< Κατα Μαρκον 10 >
1 Καὶ ἐκεῖθεν ἀναστὰς, ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
耶稣从那里起身,来到犹太的境界并约旦河外。众人又聚集到他那里,他又照常教训他们。
2 Καὶ προσελθόντες, Φαρισαῖοι ἐπηρώτων αὐτὸν, “Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;” Πειράζοντες αὐτόν.
有法利赛人来问他说:“人休妻可以不可以?”意思要试探他。
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;”
耶稣回答说:“摩西吩咐你们的是什么?”
4 Οἱ δὲ εἶπαν, “Ἐπέτρεψεν Μωϋσῆς ‘βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι’.”
他们说:“摩西许人写了休书便可以休妻。”
5 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
耶稣说:“摩西因为你们的心硬,所以写这条例给你们;
6 ἀπὸ δὲ ἀρχῆς κτίσεως, ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’.
但从起初创造的时候, 神造人是造男造女。
7 ‘Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται γυναῖκα αὑτοῦ
因此,人要离开父母,与妻子连合,二人成为一体。
8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν’. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ
既然如此,夫妻不再是两个人,乃是一体的了。
9 Ὃ οὖν ὁ ˚Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.”
所以, 神配合的,人不可分开。”
10 Καὶ εἰς τὴν οἰκίαν πάλιν, οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.
到了屋里,门徒就问他这事。
11 Καὶ λέγει αὐτοῖς, “Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπʼ αὐτήν.
耶稣对他们说:“凡休妻另娶的,就是犯奸淫,辜负他的妻子;
12 Καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς, γαμήσῃ ἄλλον, μοιχᾶται.”
妻子若离弃丈夫另嫁,也是犯奸淫了。”
13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
有人带着小孩子来见耶稣,要耶稣摸他们,门徒便责备那些人。
14 Ἰδὼν δὲ, ὁ ˚Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, “Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
耶稣看见就恼怒,对门徒说:“让小孩子到我这里来,不要禁止他们;因为在 神国的,正是这样的人。
15 Ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.”
我实在告诉你们,凡要承受 神国的,若不像小孩子,断不能进去。”
16 Καὶ ἐναγκαλισάμενος αὐτὰ, κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά.
于是抱着小孩子,给他们按手,为他们祝福。
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτόν, “Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω;” (aiōnios )
耶稣出来行路的时候,有一个人跑来,跪在他面前,问他说:“良善的夫子,我当做什么事才可以承受永生?” (aiōnios )
18 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ ˚Θεός.
耶稣对他说:“你为什么称我是良善的?除了 神一位之外,再没有良善的。
19 Τὰς ἐντολὰς οἶδας: ‘μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς’, μὴ ἀποστερήσῃς, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’”
诫命你是晓得的:不可杀人;不可奸淫;不可偷盗;不可作假见证;不可亏负人;当孝敬父母。”
20 Ὁ δὲ ἔφη αὐτῷ, “Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.”
他对耶稣说:“夫子,这一切我从小都遵守了。”
21 Ὁ δὲ ˚Ἰησοῦς ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, “Ἕν σε ὑστερεῖ: ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι.”
耶稣看着他,就爱他,对他说:“你还缺少一件:去变卖你所有的,分给穷人,就必有财宝在天上;你还要来跟从我。”
22 Ὁ δὲ, στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
他听见这话,脸上就变了色,忧忧愁愁地走了,因为他的产业很多。
23 Καὶ περιβλεψάμενος, ὁ ˚Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελεύσονται!”
耶稣周围一看,对门徒说:“有钱财的人进 神的国是何等地难哪!”
24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ ˚Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, “Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.
门徒希奇他的话。耶稣又对他们说:“小子,倚靠钱财的人进 神的国是何等地难哪!
25 Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.”
骆驼穿过针的眼,比财主进 神的国还容易呢。”
26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς αὐτόν, “Καὶ τίς δύναται σωθῆναι;”
门徒就分外希奇,对他说:“这样谁能得救呢?”
27 Ἐμβλέψας αὐτοῖς, ὁ ˚Ἰησοῦς λέγει, “Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλʼ οὐ παρὰ ˚Θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ ˚Θεῷ.”
耶稣看着他们,说:“在人是不能,在 神却不然,因为 神凡事都能。”
28 Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.”
彼得就对他说:“看哪,我们已经撇下所有的跟从你了。”
29 Ἔφη ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ μητέρα, ἢ πατέρα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου,
耶稣说:“我实在告诉你们,人为我和福音撇下房屋,或是弟兄、姊妹、父母、儿女、田地,
30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον. (aiōn , aiōnios )
没有不在今世得百倍的,就是房屋、弟兄、姊妹、母亲、儿女、田地,并且要受逼迫,在来世必得永生。 (aiōn , aiōnios )
31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.”
然而,有许多在前的,将要在后,在后的,将要在前。”
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ ˚Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν.
他们行路上耶路撒冷去。耶稣在前头走,门徒就希奇,跟从的人也害怕。耶稣又叫过十二个门徒来,把自己将要遭遇的事告诉他们说:
33 Ὅτι “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν.
“看哪,我们上耶路撒冷去,人子将要被交给祭司长和文士,他们要定他死罪,交给外邦人。
34 Καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.”
他们要戏弄他,吐唾沫在他脸上,鞭打他,杀害他。过了三天,他要复活。”
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δύο υἱοὶ Ζεβεδαίου, λέγοντες αὐτῷ, “Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε, ποιήσῃς ἡμῖν.”
西庇太的儿子雅各、约翰进前来,对耶稣说:“夫子,我们无论求你什么,愿你给我们做。”
36 Ὁ δὲ εἶπεν αὐτοῖς, “Τί θέλετε με ποιήσω ὑμῖν;”
耶稣说:“要我给你们做什么?”
37 Οἱ δὲ εἶπαν αὐτῷ, “Δὸς ἡμῖν, ἵνα εἷς σου ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων καθίσωμεν ἐν τῇ δόξῃ σου.”
他们说:“赐我们在你的荣耀里,一个坐在你右边,一个坐在你左边。”
38 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;”
耶稣说:“你们不知道所求的是什么。我所喝的杯,你们能喝吗?我所受的洗,你们能受吗?”
39 Οἱ δὲ εἶπαν αὐτῷ, “Δυνάμεθα.” Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τὸ ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε,
他们说:“我们能。”耶稣说:“我所喝的杯,你们也要喝;我所受的洗,你们也要受;
40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται.”
只是坐在我的左右,不是我可以赐的,乃是为谁预备的,就赐给谁。”
41 Καὶ ἀκούσαντες, οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
那十个门徒听见,就恼怒雅各、约翰。
42 Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
耶稣叫他们来,对他们说:“你们知道,外邦人有尊为君王的,治理他们,有大臣操权管束他们。
43 Οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλʼ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
只是在你们中间,不是这样。你们中间,谁愿为大,就必作你们的用人;
44 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος.
在你们中间,谁愿为首,就必作众人的仆人。
45 Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.”
因为人子来,并不是要受人的服事,乃是要服事人,并且要舍命作多人的赎价。”
46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.
到了耶利哥;耶稣同门徒并许多人出耶利哥的时候,有一个讨饭的瞎子,是底买的儿子巴底买,坐在路旁。
47 Καὶ ἀκούσας ὅτι ˚Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, “Υἱὲ Δαυὶδ, ˚Ἰησοῦ, ἐλέησόν με.”
他听见是拿撒勒的耶稣,就喊着说:“大卫的子孙耶稣啊!可怜我吧!”
48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.”
有许多人责备他,不许他作声。他却越发大声喊着说:“大卫的子孙哪,可怜我吧!”
49 Καὶ στὰς, ὁ ˚Ἰησοῦς εἶπεν, “Φωνήσατε αὐτόν.” Καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, “Θάρσει, ἔγειρε, φωνεῖ σε.”
耶稣就站住,说:“叫过他来。”他们就叫那瞎子,对他说:“放心,起来!他叫你啦。”
50 Ὁ δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας, ἦλθεν πρὸς τὸν ˚Ἰησοῦν.
瞎子就丢下衣服,跳起来,走到耶稣那里。
51 Καὶ ἀποκριθεὶς αὐτῷ ὁ ˚Ἰησοῦς εἶπεν, “Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, “Ῥαββουνί, ἵνα ἀναβλέψω.”
耶稣说:“要我为你做什么?”瞎子说:“拉波尼,我要能看见。”
52 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε.” Καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.
耶稣说:“你去吧!你的信救了你了。”瞎子立刻看见了,就在路上跟随耶稣。