< Κατα Μαρκον 1 >
1 Ἀρχὴ τοῦ εὐαγγελίου ˚Ἰησοῦ ˚Χριστοῦ, Υἱοῦ ˚Θεοῦ.
αρχη του ευαγγελιου ιησου χριστου υιου του θεου
2 Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ: “Ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.”
ωσ γεγραπται εν τοισ προφηταισ ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
3 “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.’”
φωνη βοωντοσ εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειασ ποιειτε τασ τριβουσ αυτου
4 Ἐγένετο Ἰωάννης, ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
εγενετο ιωαννησ βαπτιζων εν τη ερημω και κηρυσσων βαπτισμα μετανοιασ εισ αφεσιν αμαρτιων
5 Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
και εξεπορευετο προσ αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται και εβαπτιζοντο παντεσ εν τω ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τασ αμαρτιασ αυτων
6 Καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.
ην δε ο ιωαννησ ενδεδυμενοσ τριχασ καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδασ και μελι αγριον
7 Καὶ ἐκήρυσσεν λέγων, “Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς, κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
και εκηρυσσεν λεγων ερχεται ο ισχυροτεροσ μου οπισω μου ου ουκ ειμι ικανοσ κυψασ λυσαι τον ιμαντα των υποδηματων αυτου
8 Ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ˚Πνεύματι Ἁγίῳ.”
εγω μεν εβαπτισα υμασ εν υδατι αυτοσ δε βαπτισει υμασ εν πνευματι αγιω
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ˚Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
και εγενετο εν εκειναισ ταισ ημεραισ ηλθεν ιησουσ απο ναζαρετ τησ γαλιλαιασ και εβαπτισθη υπο ιωαννου εισ τον ιορδανην
10 Καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ ˚Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπʼ αὐτόν.
και ευθεωσ αναβαινων απο του υδατοσ ειδεν σχιζομενουσ τουσ ουρανουσ και το πνευμα ωσει περιστεραν καταβαινον επ αυτον
11 Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν: “Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.”
και φωνη εγενετο εκ των ουρανων συ ει ο υιοσ μου ο αγαπητοσ εν ω ευδοκησα
12 Καὶ εὐθὺς τὸ ˚Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
και ευθυσ το πνευμα αυτον εκβαλλει εισ την ερημον
13 Καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
και ην εκει εν τη ερημω ημερασ τεσσαρακοντα πειραζομενοσ υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω
14 Καὶ Μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ ˚Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ
μετα δε το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησουσ εισ την γαλιλαιαν κηρυσσων το ευαγγελιον τησ βασιλειασ του θεου
15 καὶ λέγων, ὅτι “Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ Βασιλεία τοῦ ˚Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.”
και λεγων οτι πεπληρωται ο καιροσ και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω
16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν Σίμωνα καὶ Ἀνδρέαν, τὸν ἀδελφὸν Σίμωνος, ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλεεῖς.
περιπατων δε παρα την θαλασσαν τησ γαλιλαιασ ειδεν σιμωνα και ανδρεαν τον αδελφον αυτου του σιμωνοσ βαλλοντασ αμφιβληστρον εν τη θαλασση ησαν γαρ αλιεισ
17 Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.”
και ειπεν αυτοισ ο ιησουσ δευτε οπισω μου και ποιησω υμασ γενεσθαι αλιεισ ανθρωπων
18 Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.
και ευθεωσ αφεντεσ τα δικτυα αυτων ηκολουθησαν αυτω
19 Καὶ προβὰς ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα.
και προβασ εκειθεν ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτουσ εν τω πλοιω καταρτιζοντασ τα δικτυα
20 Καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. Καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν, ἀπῆλθον ὀπίσω αὐτοῦ.
και ευθεωσ εκαλεσεν αυτουσ και αφεντεσ τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου
21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθέως τοῖς Σάββασιν, εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκεν.
και εισπορευονται εισ καπερναουμ και ευθεωσ τοισ σαββασιν εισελθων εισ την συναγωγην εδιδασκεν
22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.
και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτουσ ωσ εξουσιαν εχων και ουχ ωσ οι γραμματεισ
23 Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν
και ην εν τη συναγωγη αυτων ανθρωποσ εν πνευματι ακαθαρτω και ανεκραξεν
24 λέγων, “Τί ἡμῖν καὶ σοί, ˚Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ ˚Θεοῦ!”
λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθεσ απολεσαι ημασ οιδα σε τισ ει ο αγιοσ του θεου
25 Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς λέγων, “Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ!”
και επετιμησεν αυτω ο ιησουσ λεγων φιμωθητι και εξελθε εξ αυτου
26 Καὶ σπαράξαν αὐτὸν, τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ φωνῆσαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ.
και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και κραξαν φωνη μεγαλη εξηλθεν εξ αυτου
27 Καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν αὐτοὺς λέγοντας, “Τί ἐστιν τοῦτο; διδαχὴ καινή, κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!”
και εθαμβηθησαν παντεσ ωστε συζητειν προσ εαυτουσ λεγοντασ τι εστιν τουτο τισ η διδαχη η καινη αυτη οτι κατ εξουσιαν και τοισ πνευμασιν τοισ ακαθαρτοισ επιτασσει και υπακουουσιν αυτω
28 Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
εξηλθεν δε η ακοη αυτου ευθυσ εισ ολην την περιχωρον τησ γαλιλαιασ
29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθὼν, ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου.
και ευθεωσ εκ τησ συναγωγησ εξελθοντεσ ηλθον εισ την οικιαν σιμωνοσ και ανδρεου μετα ιακωβου και ιωαννου
30 Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
η δε πενθερα σιμωνοσ κατεκειτο πυρεσσουσα και ευθεωσ λεγουσιν αυτω περι αυτησ
31 Καὶ προσελθὼν, ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός. Καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.
και προσελθων ηγειρεν αυτην κρατησασ τησ χειροσ αυτησ και αφηκεν αυτην ο πυρετοσ ευθεωσ και διηκονει αυτοισ
32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους.
οψιασ δε γενομενησ οτε εδυ ο ηλιοσ εφερον προσ αυτον παντασ τουσ κακωσ εχοντασ και τουσ δαιμονιζομενουσ
33 Καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
και η πολισ ολη επισυνηγμενη ην προσ την θυραν
34 Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν τὰ δαιμόνια, λαλεῖν ὅτι ᾔδεισαν αὐτόν. ˚Χριστὸν εἶναι.
και εθεραπευσεν πολλουσ κακωσ εχοντασ ποικιλαισ νοσοισ και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον
35 Καὶ πρωῒ ἔννυχα λίαν, ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.
και πρωι εννυχον λιαν αναστασ εξηλθεν και απηλθεν εισ ερημον τοπον κακει προσηυχετο
36 Καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετʼ αὐτοῦ,
και κατεδιωξαν αυτον ο σιμων και οι μετ αυτου
37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ, ὅτι “Πάντες ζητοῦσίν σε!”
και ευροντεσ αυτον λεγουσιν αυτω οτι παντεσ σε ζητουσιν
38 Καὶ λέγει αὐτοῖς, “Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.”
και λεγει αυτοισ αγωμεν εισ τασ εχομενασ κωμοπολεισ ινα και εκει κηρυξω εισ τουτο γαρ εξεληλυθα
39 Καὶ ἦλθεν κηρύσσων, εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
και ην κηρυσσων εν ταισ συναγωγαισ αυτων εισ ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν λέγων αὐτῷ, ὅτι “Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.”
και ερχεται προσ αυτον λεπροσ παρακαλων αυτον και γονυπετων αυτον και λεγων αυτω οτι εαν θελησ δυνασαι με καθαρισαι
41 Καὶ σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο καὶ λέγει αὐτῷ, “Θέλω, καθαρίσθητι.”
ο δε ιησουσ σπλαγχνισθεισ εκτεινασ την χειρα ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι
42 Καὶ εὐθὺς ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
και ειποντοσ αυτου ευθεωσ απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη
43 Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθὺς ἐξέβαλεν αὐτόν,
και εμβριμησαμενοσ αυτω ευθεωσ εξεβαλεν αυτον
44 καὶ λέγει αὐτῷ, “Ὅρα, μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.”
και λεγει αυτω ορα μηδενι μηδεν ειπησ αλλ υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
45 Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλʼ ἔξω ἐπʼ ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερωσ εισ πολιν εισελθειν αλλ εξω εν ερημοισ τοποισ ην και ηρχοντο προσ αυτον πανταχοθεν