< Κατα Λουκαν 9 >

1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν,
And He called his twelve disciples together, and gave them power and authority over all demons, and to cure diseases:
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς.
and He sent them forth to preach the kingdom of God, and to heal the sick.
3 Καὶ εἶπεν πρὸς αὐτούς, “Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν.
And He said unto them, Take nothing for your journey, neither staves, nor bag, nor bread, nor money; nor two coats a piece.
4 Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
And into whatever house ye enter, continue there, till ye leave that place.
5 Καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε, εἰς μαρτύριον ἐπʼ αὐτούς.”
And whosoever will not receive you, when ye depart from that city, shake off the very dust from your feet, for a testimony against them.
6 Ἐξερχόμενοι δὲ, διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
And they went from town to town, preaching the gospel and healing every where.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,
Now Herod the tetrarch heard of all the things that were done by Him; and was perplexed, because it was said by some that John was risen from the dead;
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
and by some that Elias had appeared; and by others, that one of the ancient prophets was risen again.
9 Εἶπεν δὲ Ἡρῴδης, “Ἰωάννην ἐγὼ ἀπεκεφάλισα, τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα;” Καὶ ἐζήτει ἰδεῖν αὐτόν.
And Herod said, John have I beheaded: but who is this, of whom I hear such things? and he wanted to see Him.
10 Καὶ ὑποστρέψαντες, οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς, ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
And the apostles; when they were returned, told Him all that they had done: and He took them and retired privately into a desert place belonging to the city Bethsaida.
11 Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ ἀποδεξάμενος αὐτοὺς, ἐλάλει αὐτοῖς περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας, ἰᾶτο.
But when the people knew it they followed Him; and He received them, and spake to them concerning the kingdom of God, and healed those that had need of a cure.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, “Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς, καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.”
And when the day began to decline, the twelve came and said to Him, Dismiss the people, that they may go into the villages and country-places round about, and bait, and get food: for here we are in a desert place.
13 Εἶπεν δὲ πρὸς αὐτούς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Οἱ δὲ εἶπαν, “Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες, ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.”
But He said unto them, Do ye give them food. And they said, We have but five loaves and two fishes: unless we should go and buy provisions for all this people:
14 (Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι.) Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, “Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.”
for they were about five thousand men. And He said to his disciples, Make them sit down in companies by fifty.
15 Καὶ ἐποίησαν οὕτως, καὶ κατέκλιναν ἅπαντας.
And they did so, and caused them all to sit down.
16 Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
And He took the five loaves and the two fishes, and looking up to heaven He blessed them; and brake and gave them to the disciples to set before the multitude.
17 Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
And they did eat, and were all satisfied: and there was taken up what remained even of fragments twelve baskets.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, “Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;”
And it came to pass, as He was praying in private, his disciples were with Him: and He asked them saying, Whom say the people that I am?
19 Οἱ δὲ ἀποκριθέντες εἶπαν, “Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ, Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.”
They answering said, John the baptist: but others say Elias: and others, that some ancient prophet is risen again.
20 Εἶπεν δὲ αὐτοῖς, “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, “Τὸν ˚Χριστὸν τοῦ ˚Θεοῦ.”
And He said unto them, But whom say ye that I am? And Peter answered and said, The Christ the Son of God.
21 Ὁ δὲ, ἐπιτιμήσας αὐτοῖς, παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
But He strictly charged and commanded them to tell this to no one,
22 εἰπὼν, ὅτι “Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.”
saying, the Son of man must suffer many things, and be rejected by the elders, and chief priests, and scribes, and be put to death, and be raised again the third day.
23 Ἔλεγεν δὲ πρὸς πάντας, “Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθʼ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
And He said unto them all, if any one is willing to come after me, let him deny himself, and take up his cross daily, and follow me:
24 Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
for he that would save his life shall lose it, but he that would lose his life for my sake shall save it.
25 Τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
For what is a man profited, if he gain the whole world, and lose himself, or be destroyed?
26 Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πατρὸς, καὶ τῶν ἁγίων ἀγγέλων.
For whosoever shall be ashamed of me and of my words, of him shall the Son of man be ashamed, when He comes in his own glory, and in his Father's, and of the holy angels.
27 Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.”
And I assure you, there be some of those who stand here, that shall not taste of death, till they have seen the kingdom of God.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ, παραλαβὼν Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
About eight days after these discourses, He took Peter, and John, and James, and went up to a mountain to pray.
29 Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
And as He was praying the form of his countenance was altered, and his raiment white and glistering:
30 Καὶ ἰδοὺ, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
and behold two men talked with Him, which were Moses and Elias;
31 οἳ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
who appeared in glory, and spake of his exit, which He was to make at Jerusalem.
32 Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
Now Peter and they that were with Him were heavy with sleep; but being awakened they saw his glory, and the two men that stood with Him.
33 Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν ˚Ἰησοῦν, “Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς: μίαν σοὶ, καὶ μίαν Μωϋσεῖ, καὶ μίαν Ἠλίᾳ”, μὴ εἰδὼς ὃ λέγει.
And as they were departing from Him, Peter said unto Jesus, Master, it is good for us to be here, let us make three tabernacles, one for Thee, and one for Moses, and one for Elias: not knowing what he said.
34 Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
And as he was saying this, there came a cloud and overshadowed them; and they were afraid, when they went up into the cloud and disappeared.
35 Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.”
And there came a voice out of the cloud saying, This is my beloved Son, hear ye Him.
36 Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ˚Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
And when the voice was uttered, Jesus was found alone. And they kept it to themselves, and told no one at that time any of the things which they had seen.
37 Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.
And the next day, when they came down from the mountain, a great multitude met Him:
38 Καὶ ἰδοὺ, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, “Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν.”
and one of the people cried out, saying, Master, I beseech thee look upon my son, for he is my only child;
39 Καὶ ἰδοὺ, πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ, συντρῖβον αὐτόν.
and lo, a spirit seizeth him, and all on a sudden he screameth, and it convulses him with foaming; and bruising him, with much ado departs from him.
40 Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
And I prayed thy disciples to cast him out, and they could not.
41 Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε ὧδε τὸν υἱόν σου.”
Then Jesus answered and said, O unbelieving and perverse generation, how long shall I be with you, and bear with you? Bring thy son hither.
42 Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησεν δὲ ὁ ˚Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
And as he was coming along, the devil bruised and convulsed him: but Jesus rebuked the impure spirit, and healed the child, and delivered him to his father.
43 Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ ˚Θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,
And they were all amazed at the mighty power of God: but while they were all wondering at the things which Jesus did, He said to his disciples,
44 “Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.”
Receive these words into your ears; for the Son of man is going to be delivered into the hands of men.
45 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
But they understood not this saying, and it was hid from them, so that they perceived it not, and they were afraid to ask Him concerning it.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
Then a dispute rose among them, which of them should be greatest.
47 Ὁ δὲ ˚Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον, ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ,
And Jesus knowing the thought of their heart, took a child and set him by Him, and said unto them,
48 καὶ εἶπεν αὐτοῖς, “Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστιν μέγας.”
Whosoever shall receive this little child for my sake, receiveth me: and he that receiveth me, receiveth Him that sent me. For he that is lest among you all, shall be great.
49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν, “Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.”
And John answered and said, Master, we saw one casting out demons in thy name, and we forbad him, because he followeth not thee with us.
50 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, “Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.”
And Jesus said unto him, Forbid him not; for he, that is not against us, is for us.
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν, τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
And it came to pass, as the days were almost fulfilled of his being received up again into heaven, that He set his face to go to Jerusalem,
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. Καὶ πορευθέντες, εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡς ἑτοιμάσαι αὐτῷ.
and sent messengers before Him: who went into a village of the Samaritans to get a place ready for Him.
53 Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
But they would not entertain Him, because his face was towards Jerusalem.
54 Ἰδόντες δὲ, οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν, “˚Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;”
And when his disciples James and John saw it, they said, Lord, wilt thou that we command fire to come down from heaven and consume them, as Elias did?
55 Στραφεὶς δὲ, ἐπετίμησεν αὐτοῖς.
But He turned and rebuked them, and said, Ye know not what spirit ye are of:
56 Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
for the Son of man came not to destroy mens lives, but to save them. And they went to another village.
57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, “Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.”
And as they were going by the way, there was one said to Him, Lord, I will follow thee whithersoever thou goest:
58 Καὶ εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.”
and Jesus answered him, The foxes have holes, and the fowls of heaven their nests, but the Son of man hath not where to lay his head.
59 Εἶπεν δὲ πρὸς ἕτερον, “Ἀκολούθει μοι.” Ὁ δὲ εἶπεν, “˚Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι, πρῶτον θάψαι τὸν πατέρα μου.”
And He said to another, Follow me: but he said, Lord, permit me to go first and bury my father:
60 Εἶπεν δὲ αὐτῷ, “Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.”
but Jesus said unto him, Leave the dead to bury their dead; but go thou and preach the kingdom of God.
61 Εἶπεν δὲ καὶ ἕτερος, “Ἀκολουθήσω σοι, ˚Κύριε, πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.”
And another also said, Lord, I will follow thee, but allow me first to go and take my leave of my family.
62 Εἶπεν δὲ ὁ ˚Ἰησοῦς, “Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπʼ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”
But Jesus said unto him, No one, that hath put his hand to the plough and looketh back, is fit for the kingdom of God.

< Κατα Λουκαν 9 >