< Κατα Λουκαν 7 >

1 Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
Now when He had finished his discourse in the audience of the people, He entered into Capernaum: and a certain centurion's servant,
2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων, ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
whom he had a great value for, was ill and ready to die;
3 Ἀκούσας δὲ περὶ τοῦ ˚Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
and having heard of Jesus, he sent unto Him the elders of the Jews, beseeching him that He would come and heal his servant.
4 Οἱ δὲ παραγενόμενοι πρὸς τὸν ˚Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι “Ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο,
And when they came to Jesus, they intreated Him earnestly, saying, he is worthy of this favor:
5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.”
for he loveth our nation, and hath built us a synagogue.
6 Ὁ δὲ ˚Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ, “˚Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
So Jesus went with them. And when He was now not far from the house, the centurion sent some of his friends to Him, saying Lord, trouble not thyself, for I am not worthy that thou shouldst enter under my roof:
7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.
neither did I think myself worthy to come unto thee. But speak the word, and my servant will be recovered.
8 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, ‘Πορεύθητι’, καὶ πορεύεται, καὶ ἄλλῳ, ‘Ἔρχου’, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ‘Ποίησον τοῦτο’, καὶ ποιεῖ.”
For I also am a man placed under the authority of others, and have soldiers under me; and I say to one, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doth it.
9 Ἀκούσας δὲ ταῦτα ὁ ˚Ἰησοῦς, ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, “Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.”
And when Jesus heard these things, He marvelled, and turning about, said to the multitude that followed Him, I declare unto you, I have not found so great faith, no not in Israel.
10 Καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες, εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
And when they that were sent, returned to the house, they found the servant well, that had been sick.
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς, ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.
And the day after He went to a city called Nain; and many of his disciples went with Him, and a great multitude besides:
12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
and as He came near to the gate of the city, behold, there was a dead man carrying out to be buried, his mother's only son, and she was a widow: and many of the people of the city were with her.
13 Καὶ ἰδὼν αὐτὴν, ὁ ˚Κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ, καὶ εἶπεν αὐτῇ, “Μὴ κλαῖε.”
And when the Lord saw her, He was moved with compassion for her, and said to her, Do not weep.
14 Καὶ προσελθὼν, ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν, “Νεανίσκε, σοὶ λέγω, ‘Ἐγέρθητι!’”
And He came up and touched the bier, (and the bearers stopped, ) and He said, Young man, I say unto thee, arise.
15 Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
And the dead person sat up, and began to speak: and He delivered him to his mother.
16 Ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν ˚Θεὸν λέγοντες, ὅτι “Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν!” Καὶ, ὅτι “Ἐπεσκέψατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ!”
And an awe seized them all, and they glorified God, saying, a great prophet is risen up among us, and God hath visited his people.
17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ πάσῃ τῇ περιχώρῳ.
And this report of Him was spread through all Judea, and in all the country round about.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης
And the disciples of John told him of all these things: so John called two of his disciples to him,
19 ἔπεμψεν πρὸς τὸν ˚Ἰησοῦν λέγων, “Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;”
and sent them to Jesus, saying, Art thou He that was to come, or are we to expect another?
20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν, οἱ ἄνδρες εἶπαν, “Ἰωάννης ὁ Βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, ‘Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;’”
And the men came to Him, and said, John the baptist hath sent us unto thee, saying, Art thou He that was to come, or are we to expect another?
21 Ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων, καὶ μαστίγων, καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
(Now at that very time He cured many of their diseases and plagues, and of evil spirits, and gave sight to many that were blind.)
22 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Πορευθέντες, ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε: ‘τυφλοὶ ἀναβλέπουσιν’, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, ‘πτωχοὶ εὐαγγελίζονται’.
And Jesus answering said unto them, Go and tell John what ye have seen and heard: that the blind recover sight, the lame walk, lepers are cleansed, the deaf hear, the dead are raised, the poor have the gospel preached to them,
23 Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.”
and happy is he who shall not be offended at any thing in me.
24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου, “Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
When the messengers of John were departed, He began to speak unto the people concerning John, what went ye out into the wilderness to see?
25 Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
a reed shaken by the wind? but what did ye go out to see? a man clothed in soft raiment? behold, they that are dressed in fine clothes and live delicately, are in palaces, not in deserts: but what went ye out to see?
26 Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
a prophet? yea, I say unto you, and much more than a prophet.
27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ‘Ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.’
This is he of whom it is written, "Behold I send my messenger before thy face, who shall prepare thy way before thee:"
28 Λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ μείζων αὐτοῦ ἐστιν.”
for I tell you that among the sons of men there is not a greater prophet than John the baptist: (though the least in the kingdom of God is greater than he: )
29 (Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν ˚Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
---and all the people that heard him, even the publicans, justified God, being baptized with the baptism of John;
30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ, τὴν βουλὴν τοῦ ˚Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.)
but the pharisees indeed and the lawyers rejected the counsel of God within themselves, and were not baptized by him.---
31 “Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
Whereunto therefore shall I compare the men of this generation?
32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει, ‘Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.’
and to what are they like? they are like children sitting in the market-place, and calling to one another, and saying, "We have played pleasant tunes to you, and ye have not danced; we have sung mournful ones and ye have not wept:"
33 Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε, ‘Δαιμόνιον ἔχει.’
for John the baptist came neither eating bread, nor drinking wine, and ye say, he hath a demon:
34 Ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‘Ἰδοὺ, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.’
the Son of man is come eating and drinking like other men, and ye call Him a gluttonous man and a wine bibber, and a friend of publicans and sinners.
35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.”
But wisdom is justified by all her children.
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου, κατεκλίθη.
And one of the pharisees asked Him to eat with him: and He went into the pharisee's house, and sat down.
37 Καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,
And behold a woman in the city, that was a sinner, when she knew that He was at table in the pharisee's house,
38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ.
brought an alabaster-box of ointment, and stood at his feet behind Him, weeping, and washed his feet with tears, and wiped them with the hairs of her head, and kissed his feet, and anointed them with the ointment.
39 Ἰδὼν δὲ ὁ Φαρισαῖος, ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, “Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.”
But when the pharisee that invited Him saw it, he said within himself, This man, if he were a prophet, would have known who and what sort of a woman this is that toucheth Him; for she is a notorious sinner.
40 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Σίμων, ἔχω σοί τι εἰπεῖν.” Ὁ δέ, “Διδάσκαλε, εἰπέ”, φησίν.
And Jesus said unto him, Simon, I have something to say to thee: (and he replied, Master, say on.)
41 “Δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι: ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
A certain creditor had two debtors, the one owed him five hundred denaries, and the other fifty:
42 Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, πλεῖον ἀγαπήσει αὐτόν;”
and they not being able to pay him, he freely forgave them both: tell me therefore, which of them will love him most?
43 Ἀποκριθεὶς δὲ Σίμων εἶπεν, “Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.” Ὁ δὲ εἶπεν αὐτῷ, “Ὀρθῶς ἔκρινας.”
And Simon answered, I suppose he to whom he forgave most. And Jesus said unto him, Thou hast rightly judged:
44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, “Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
and turning to the woman, He said to Simon, Dost thou see this woman? I came into thine house, and thou gavest me no water for my feet; but she has bathed my feet with her tears, and wiped them with the hairs of her head.
45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον, οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
Thou gavest me not the respect of a kiss; but this woman, ever since she came in, hath not ceased to kiss my feet.
46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
Thou didst not anoint my head with common oil, but she hath anointed even my feet with sweet ointment.
47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.”
Wherefore, I tell thee, her sins though many are forgiven, for she loved much: but he to whom little is forgiven, loveth but little.
48 Εἶπεν δὲ αὐτῇ, “Ἀφέωνταί σου αἱ ἁμαρτίαι.”
And He said unto her, Thy sins are forgiven.
49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, “Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;”
And they that sat at table with Him, said within themselves, Who is this that forgiveth sins also?
50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, “Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.”
But He said to the woman, Thy faith hath saved thee, go in peace.

< Κατα Λουκαν 7 >