< Κατα Λουκαν 5 >
1 Ἐγένετο δὲ ἐν τῷ, τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ ˚Θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ,
Now it came to pass, while the multitude pressed upon him and heard the word of God, that he was standing by the lake of Gennesaret;
2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς ἀπʼ αὐτῶν ἀποβάντες, ἔπλυνον τὰ δίκτυα.
and he saw two boats standing by the lake: but the fishermen had gone out of them, and were washing their nets.
3 Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καθίσας δὲ, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
And he entered into one of the boats, which was Simon’s, and asked him to put out a little from the land. And he sat down and taught the multitudes out of the boat.
4 Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, “Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.”
And when he had left speaking, he said unto Simon, Put out into the deep, and let down your nets for a draught.
5 Καὶ ἀποκριθεὶς Σίμων εἶπεν, “Ἐπιστάτα, διʼ ὅλης νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου, χαλάσω τὰ δίκτυα.”
And Simon answered and said, Master, we toiled all night, and took nothing: but at thy word I will let down the nets.
6 Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν.
And when they had this done, they enclosed a great multitude of fishes; and their nets were breaking;
7 Καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
and they beckoned unto their partners in the other boat, that they should come and help them. And they came, and filled both the boats, so that they began to sink.
8 Ἰδὼν δὲ, Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν ˚Ἰησοῦ λέγων, “Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, ˚Κύριε.”
But Simon Peter, when he saw it, fell down at Jesus’ knees, saying, Depart from me; for I am a sinful man, O Lord.
9 Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον,
For he was amazed, and all that were with him, at the draught of the fishes which they had taken;
10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα ὁ ˚Ἰησοῦς, “Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.”
and so were also James and John, sons of Zebedee, which were partners with Simon. And Jesus said unto Simon, Fear not; from henceforth thou shalt catch men.
11 Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες πάντα, ἠκολούθησαν αὐτῷ.
And when they had brought their boats to land, they left all, and followed him.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδοὺ, ἀνὴρ πλήρης λέπρας, ἰδὼν δὲ τὸν ˚Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ λέγων, “˚Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.”
And it came to pass, while he was in one of the cities, behold, a man full of leprosy: and when he saw Jesus, he fell on his face, and besought him, saying, Lord, if thou wilt, thou canst make me clean.
13 Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ λέγων, “Θέλω, καθαρίσθητι!” Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπʼ αὐτοῦ.
And he stretched forth his hand, and touched him, saying, I will; be thou made clean. And straightway the leprosy departed from him.
14 Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ, “Μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.”
And he charged him to tell no man: but go thy way, and shew thyself to the priest, and offer for thy cleansing, according as Moses commanded, for a testimony unto them.
15 Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν.
But so much the more went abroad the report concerning him: and great multitudes came together to hear, and to be healed of their infirmities.
16 Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
But he withdrew himself in the deserts, and prayed.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας, καὶ Ἰουδαίας, καὶ Ἰερουσαλήμ. Καὶ δύναμις ˚Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
And it came to pass on one of those days, that he was teaching; and there were Pharisees and doctors of the law sitting by, which were come out of every village of Galilee and Judaea and Jerusalem: and the power of the Lord was with him to heal.
18 Καὶ ἰδοὺ, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ.
And behold, men bring on a bed a man that was palsied: and they sought to bring him in, and to lay him before him.
19 Καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ ˚Ἰησοῦ.
And not finding by what [way] they might bring him in because of the multitude, they went up to the housetop, and let him down through the tiles with his couch into the midst before Jesus.
20 Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν, “Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.”
And seeing their faith, he said, Man, thy sins are forgiven thee.
21 Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες, “Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ ˚Θεός;”
And the scribes and the Pharisees began to reason, saying, Who is this that speaketh blasphemies? Who can forgive sins, but God alone?
22 Ἐπιγνοὺς δὲ ὁ ˚Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν, ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, “Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
But Jesus perceiving their reasonings, answered and said unto them, What reason ye in your hearts?
23 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ‘Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου’, ἢ εἰπεῖν, ‘Ἔγειρε καὶ περιπάτει’;
Whether is easier, to say, Thy sins are forgiven thee; or to say, Arise and walk?
24 Ἵνα δὲ εἰδῆτε ὅτι ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας”, εἶπεν τῷ παραλελυμένῳ, “σοὶ λέγω, ἔγειρε, καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.”
But that ye may know that the Son of man hath power on earth to forgive sins (he said unto him that was palsied), I say unto thee, Arise, and take up thy couch, and go unto thy house.
25 Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφʼ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ˚Θεόν.
And immediately he rose up before them, and took up that whereon he lay, and departed to his house, glorifying God.
26 Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν ˚Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες, ὅτι “Εἴδομεν παράδοξα σήμερον.”
And amazement took hold on all, and they glorified God; and they were filled with fear, saying, We have seen strange things today.
27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, “Ἀκολούθει μοι.”
And after these things he went forth, and beheld a publican, named Levi, sitting at the place of toll, and said unto him, Follow me.
28 Καὶ καταλιπὼν πάντα, ἀναστὰς ἠκολούθει αὐτῷ.
And he forsook all, and rose up and followed him.
29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων, οἳ ἦσαν μετʼ αὐτῶν κατακείμενοι.
And Levi made him a great feast in his house: and there was a great multitude of publicans and of others that were sitting at meat with them.
30 Καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, “Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;”
And the Pharisees and their scribes murmured against his disciples, saying, Why do ye eat and drink with the publicans and sinners?
31 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτούς, “Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες.
And Jesus answering said unto them, They that are whole have no need of a physician; but they that are sick.
32 Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.”
I am not come to call the righteous but sinners to repentance.
33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν, “Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.”
And they said unto him, The disciples of John fast often, and make supplications; likewise also the [disciples] of the Pharisees; but thine eat and drink.
34 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτούς, “Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν ποιῆσαι νηστεύειν;
And Jesus said unto them, Can ye make the sons of the bride-chamber fast, while the bridegroom is with them?
35 Ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.”
But the days will come; and when the bridegroom shall be taken away from them, then will they fast in those days.
36 Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς: ὅτι “Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας, ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε καὶ τὸ καινὸν σχίσει, καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
And he spake also a parable unto them; No man rendeth a piece from a new garment and putteth it upon an old garment; else he will rend the new, and also the piece from the new will not agree with the old.
37 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.
And no man putteth new wine into old wineskins; else the new wine will burst the skins, and itself will be spilled, and the skins will perish.
38 Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
But new wine must be put into fresh wineskins.
39 Οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ, ‘Ὁ παλαιὸς χρηστός ἐστιν.’”
And no man having drunk old [wine] desireth new: for he saith, The old is good.