< Κατα Λουκαν 23 >

1 Καὶ ἀναστὰν, ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
The whole company of them rose up and brought him before Pilate.
2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, “Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν, καὶ κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν ˚Χριστὸν, βασιλέα εἶναι.”
They began to accuse him, saying, "We found this man subverting our nation, forbidding paying taxes to Caesar, and saying that he himself is the Christ, a king."
3 Ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, “Σὺ λέγεις.”
Pilate asked him, "Are you the King of the Jews?" He answered him, "You say so."
4 Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, “Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.”
Pilate said to the chief priests and the crowds, "I find no basis for a charge against this man."
5 Οἱ δὲ ἐπίσχυον λέγοντες, ὅτι “Ἀνασείει τὸν λαὸν, διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.”
But they insisted, saying, "He stirs up the people, teaching throughout all Judea, beginning from Galilee even to this place."
6 Πιλᾶτος δὲ ἀκούσας, ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν.
But when Pilate heard it, he asked if the man was a Galilean.
7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς τὸν Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
When he found out that he was in Herod's jurisdiction, he sent him to Herod, who was also in Jerusalem during those days.
8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν ˚Ἰησοῦν, ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν, διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον.
Now when Herod saw Jesus, he was exceedingly glad, for he had wanted to see him for a long time, because he had heard about him. He hoped to see some miracle done by him.
9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
He questioned him with many words, but he gave no answers.
10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
The chief priests and the scribes stood, vehemently accusing him.
11 Ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
Herod with his soldiers treated him with contempt and mocked him. Dressing him in luxurious clothing, they sent him back to Pilate.
12 Ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.
Herod and Pilate became friends with each other that very day, for before that they were enemies with each other.
13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς, καὶ τοὺς ἄρχοντας, καὶ τὸν λαὸν,
Pilate called together the chief priests and the rulers and the people,
14 εἶπεν πρὸς αὐτούς, “Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας, οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ.
and said to them, "You brought this man to me as one that subverts the people, and see, I have examined him before you, and found no basis for a charge against this man concerning those things of which you accuse him.
15 Ἀλλʼ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς. Καὶ ἰδοὺ, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
Neither has Herod, for he sent him back to us, and see, nothing worthy of death has been done by him.
16 Παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.”
I will therefore chastise him and release him."
(Now he had to release one prisoner to them at the feast.)
18 Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, “Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν!”
But they all shouted out together, saying, "Away with this man. Release to us Barabbas"
19 Ὅστις ἦν, διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον, βληθεὶς ἐν τῇ φυλακῇ.
(one who was thrown into prison for a certain revolt in the city, and for murder.)
20 Πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ˚Ἰησοῦν.
Then Pilate spoke to them again, wanting to release Jesus,
21 Οἱ δὲ ἐπεφώνουν λέγοντες, “Σταύρου, σταύρου αὐτόν.”
but they shouted, saying, "Crucify. Crucify him."
22 Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, “Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. Παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.”
He said to them the third time, "Why? What evil has this man done? I have found no capital crime in him. I will therefore chastise him and release him."
23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
But they were urgent with loud voices, asking that he might be crucified. And their voices, and those of the chief priests, prevailed.
24 Καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
Pilate decreed that what they asked for should be done.
25 Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ ˚Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
He released him who had been thrown into prison for insurrection and murder, for whom they asked, but he delivered Jesus up to their will.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά, τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, φέρειν ὄπισθεν τοῦ ˚Ἰησοῦ.
When they led him away, they grabbed one Simon of Cyrene, coming from the country, and placed on him the cross, to carry it after Jesus.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
A large crowd of the people followed him, including women who also mourned and lamented him.
28 Στραφεὶς δὲ πρὸς αὐτὰς, ˚Ἰησοῦς εἶπεν, “Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ, πλὴν ἐφʼ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
But Jesus, turning to them, said, "Daughters of Jerusalem, do not weep for me, but weep for yourselves and for your children.
29 Ὅτι ἰδοὺ, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‘Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.’
For look, the days are coming in which they will say, 'Blessed are the barren, the wombs that never bore, and the breasts that never nursed.'
30 Τότε ‘ἄρξονται λέγειν τοῖς ὄρεσιν, “Πέσετε ἐφʼ ἡμᾶς”, καὶ τοῖς βουνοῖς, “Καλύψατε ἡμᾶς”.’
Then they will begin to say to the mountains, 'Fall on us,' and to the hills, 'Cover us.'
31 Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ, ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ, τί γένηται;”
For if they do these things in the green tree, what will be done in the dry?"
32 Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
There were also others, two criminals, led with him to be put to death.
33 Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
When they came to the place that is called The Skull, they crucified him there with the criminals, one on the right and the other on the left.
34 Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
And Jesus said, "Father, forgive them, for they do not know what they are doing." Dividing his garments among them, they cast lots.
35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, “Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ ˚Χριστὸς, ὁ υἱὸς τοῦ ˚Θεοῦ, ὁ ἐκλεκτός.”
The people stood watching. The rulers also scoffed at him, saying, "He saved others. Let him save himself, if this is the Christ of God, his Chosen One."
36 Ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ,
The soldiers also mocked him, coming to him and offering him vinegar,
37 καὶ λέγοντες, “Εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν!”
and saying, "If you are the King of the Jews, save yourself."
38 Ἦν δὲ καὶ ἐπιγραφὴ ἐπʼ αὐτῷ: “Ὁ Βασιλεὺς τῶν Ἰουδαίων οὗτος.”
An inscription was also written above him: "THIS IS THE KING OF THE JEWS."
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων, “Οὐχὶ σὺ εἶ ὁ ˚Χριστός; Σῶσον σεαυτὸν καὶ ἡμᾶς!”
One of the criminals who hung there insulted him, saying, "Are you not the Christ? Save yourself and us."
40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη, “Οὐδὲ φοβῇ σὺ τὸν ˚Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
But the other answered, and rebuking him said, "Do you not even fear God, seeing you are under the same condemnation?
41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.”
And we indeed justly, for we receive the due reward for our deeds; but this man has done nothing wrong."
42 Καὶ ἔλεγεν, “˚Ἰησοῦ, Μνήσθητί μου, ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου!”
And he said, "Jesus, remember me when you come into your Kingdom."
43 Καὶ εἶπεν αὐτῷ, “Ἀμήν, σοι λέγω, σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.”
And he said to him, "Assuredly I tell you, today you will be with me in Paradise."
44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
And it was now about noon, and darkness came over the whole land until three in the afternoon,
45 Τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
for the sun's light failed. And the veil of the temple was torn in two.
46 Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ ˚Ἰησοῦς εἶπεν, “Πάτερ, ‘εἰς χεῖράς σου παρατίθεμαι τὸ ˚Πνεῦμά μου’.” Τοῦτο δὲ εἰπὼν, ἐξέπνευσεν.
And Jesus, crying with a loud voice, said, "Father, into your hands I commit my spirit." Having said this, he breathed his last.
47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον, ἐδόξασεν τὸν ˚Θεὸν λέγων, “Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.”
When the centurion saw what was done, he glorified God, saying, "Certainly this was a righteous man."
48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
All the crowds that came together to see this, when they saw the things that were done, returned home beating their breasts.
49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
All his acquaintances, and the women who followed with him from Galilee, stood at a distance, watching these things.
50 Καὶ ἰδοὺ, ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων, καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
And look, a man named Joseph, who was a member of the council, a good and righteous man
51 (οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἁριμαθαίας, πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.
(he had not consented to their counsel and deed), from Arimathea, a city of the Judeans, who was also waiting for the Kingdom of God:
52 Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ ˚Ἰησοῦ.
this man went to Pilate, and asked for the body of Jesus.
53 Καὶ καθελὼν, ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
He took it down, and wrapped it in a linen cloth, and placed him in a tomb that was cut in stone, where no one had ever been placed.
54 Καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ Σάββατον ἐπέφωσκεν.
It was the day of the Preparation, and the Sabbath was drawing near.
55 Κατακολουθήσασαι δὲ, αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
The women, who had come with him out of Galilee, followed after, and saw the tomb, and how his body was placed.
56 Ὑποστρέψασαι δὲ, ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
They returned, and prepared spices and ointments. On the Sabbath they rested according to the commandment.

< Κατα Λουκαν 23 >