< Κατα Λουκαν 22 >

1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν Ἀζύμων, ἡ λεγομένη Πάσχα.
Now the feast of unleavened bread, which is called the passover, was at hand.
2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
And the chief priests and the scribes sought how they might kill him; for they feared the people.
3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν, τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
But Satan entered into Judas surnamed Iscariot, who was of the number of the twelve.
4 Καὶ ἀπελθὼν, συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς, τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
And he went away, and conferred with the chief priests and the captains how he might deliver him up to them.
5 Καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
And they were glad, and agreed to give him money.
6 Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
And he consented, and sought an opportunity to deliver him up to them without tumult.
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν Ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα.
Then came the day of unleavened bread, when the passover must be killed.
8 Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, “Πορευθέντες, ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.”
And he sent Peter and John, saying: Go, make ready the passover for us, that we may eat it.
9 Οἱ δὲ εἶπαν αὐτῷ, “Ποῦ θέλεις ἑτοιμάσωμεν;”
They said to him: Where dost thou wish that we make it ready?
10 Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἰδοὺ, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος, κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
And he said to them: Behold, as you go into the city, there shall meet you a man carrying a pitcher of water; follow him into the house that he enters;
11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‘Λέγει σοι ὁ διδάσκαλος, “Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;”’
and say to the master of the house: The Teacher says to you, Where is the room in which I may eat the passover with my disciples?
12 Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.”
And he will show you a large upper room furnished; there make ready.
13 Ἀπελθόντες δὲ, εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
And they went, and found as he had said to them; and they made ready the passover.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
And when the hour had come, he reclined at table, and the twelve apostles with him.
15 Καὶ εἶπεν πρὸς αὐτούς, “Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθʼ ὑμῶν, πρὸ τοῦ με παθεῖν.
And he said to them: I have greatly desired to eat this passover with you before I suffer.
16 Λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ, ἕως ὅτου πληρωθῇ ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”
For I say to you, I will eat of it no more till it is fulfilled in the kingdom of God.
17 Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, “Λάβετε τοῦτο, καὶ διαμερίσατε εἰς ἑαυτούς.
And he took the cup, and gave thanks, and said: Take this, and divide it among yourselves;
18 Λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως οὗ ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἔλθῃ.”
for I say to you, I will not drink of the fruit of the vine till the kingdom of God has come.
19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, “Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.”
And he took bread, and gave thanks; and he broke, and gave it to them, saying: This is my body, which is given for you: do this in remembrance of me.
20 Καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων, “Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.
In like manner also, the cup, after he had supped, saying: This cup is the new covenant in my blood, which is shed for you.
21 Πλὴν ἰδοὺ, ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
But, behold, the hand of him that delivers me up is with me on the table.
22 Ὅτι ὁ Υἱὸς μὲν τοῦ Ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται.”
And the Son of man goes, as it is determined; but alas for that man by whom he is delivered up.
23 Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς, τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν, ὁ τοῦτο μέλλων πράσσειν.
And they began to inquire among themselves, which of them it could be that was about to do this thing.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
And there had been also a contention among them, which of them was thought to be the greatest.
25 Ὁ δὲ εἶπεν αὐτοῖς, “Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν, ‘εὐεργέται’, καλοῦνται.
And he said to them: The kings of the nations have dominion over them, and those who exercise authority over them are called benefactors.
26 Ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν, γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν.
But you shall not be so; but let the greatest among you be as the younger, and him that is chief, as he that serves.
27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
For which is greater, he that reclines at table, or he that serves? Is not he that reclines at table? But I am among you as one that serves.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ, ἐν τοῖς πειρασμοῖς μου.
You are they that have continued with me in my trials;
29 Κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν,
and I appoint to you a kingdom, as my Father has appointed to me,
30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθῆσθε ἐπὶ θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
that you may eat and drink at my table in my kingdom, and sit on thrones, judging the twelve tribes of Israel.
31 Σίμων, Σίμων, ἰδοὺ, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
And the Lord said: Simon, Simon, behold, Satan has demanded you apostles for himself, that he may sift you as wheat.
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας, στήρισον τοὺς ἀδελφούς σου.”
But I have prayed for you, Simon, that your faith fail not. And when you have turned to me again, strengthen your brethren.
33 Ὁ δὲ εἶπεν αὐτῷ, “˚Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.”
And he said to him: Lord, I am ready to go with thee, both to prison and to death.
34 Ὁ δὲ εἶπεν, “Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ, ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.”
He replied: I tell you, Peter, the cock shall not crow this day before you have three times denied that you know me.
35 Καὶ εἶπεν αὐτοῖς, “Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;” Οἱ δὲ εἶπαν, “Οὐθενός.”
And he said to them: When I sent you without purse and bag and sandals, did you need any thing? They replied: Nothing.
36 Εἶπεν δὲ αὐτοῖς, “Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν.
Then he said to them: But now, he that has a purse, let him take it, and likewise a bag; and he that has no sword, let him sell his mantle and buy one.
37 Λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον, δεῖ τελεσθῆναι ἐν ἐμοί, τό ‘Καὶ μετὰ ἀνόμων ἐλογίσθη’· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.”
For I say to you, That even this which is written must be fulfilled in me: And he was numbered with transgressors. For the things concerning me have an end.
38 Οἱ δὲ εἶπαν, “˚Κύριε, ἰδοὺ, μάχαιραι ὧδε δύο.” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἱκανόν ἐστιν.”
And they said: Lord, behold, here are two swords. He said to them: It is enough.
39 Καὶ ἐξελθὼν, ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
And after he had gone out, he went, according to custom, to the mount of Olives; and his disciples followed him.
40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, “Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.”
And when he came to the place, he said to them: Pray, that you enter not into temptation.
41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα, προσηύχετο
And he withdrew from them about a stone’s throw, and kneeled down, and prayed,
42 λέγων, “Πάτερ, εἰ βούλει, παρένεγκε τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.”
saying: Father, if thou art willing that this cup should pass from me―yet, not my will, but thine be done.
And there appeared to him an angel from heaven, to strengthen him.
And he was in agony, and prayed more earnestly. And his sweat was like great drops of blood falling to the ground.
45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς, εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
And he arose from prayer, and came to his disciples, and found them asleep for sorrow.
46 καὶ εἶπεν αὐτοῖς, “Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.”
And he said to them: Why do you sleep? Arise and pray, lest you enter into temptation.
47 Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ ˚Ἰησοῦ φιλῆσαι αὐτόν.
And while he was yet speaking, behold a multitude; and he that was called Judas, one of the twelve, went before them, and came near to Jesus to kiss him.
48 ˚Ἰησοῦς δὲ εἶπεν αὐτῷ, “Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;”
But Jesus said to him: Judas, do you deliver up the Son of man with a kiss?
49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον, εἶπαν, “˚Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;”
When those who were about him saw what would be done, they said to him: Lord, shall we strike with the sword?
50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
And a certain one of them struck the servant of the chief priest, and cut off his right ear.
51 Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ἐᾶτε ἕως τούτου!” Καὶ ἁψάμενος τοῦ ὠτίου, ἰάσατο αὐτόν.
And Jesus answered and said: Let this matter proceed thus far. And he touched his ear and healed him.
52 Εἶπεν δὲ ˚Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν, ἀρχιερεῖς, καὶ στρατηγοὺς τοῦ ἱεροῦ, καὶ πρεσβυτέρους, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
And Jesus said to the chief priests, and the captains of the temple, and the elders that had come against him: Have you come out with swords and clubs, as against a robber?
53 Καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ. Ἀλλʼ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.”
While I was daily with you in the temple, you did not lay hands on me. But this is your hour, and the authority of darkness.
54 Συλλαβόντες δὲ αὐτὸν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
And they took him, and led him away, and brought him into the house of the chief priest. But Peter followed at a distance.
55 Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων, ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
And when they had kindled a fire in the middle of the court, and had sat down together, Peter sat down in the midst of them.
56 Ἰδοῦσα δὲ αὐτὸν, παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ εἶπεν, “Καὶ οὗτος σὺν αὐτῷ ἦν.”
And a certain maid-servant saw him sitting by the fire; and, looking intently at him, she said: This man also was with him.
57 Ὁ δὲ ἠρνήσατο λέγων, “Οὐκ οἶδα αὐτόν, γύναι.”
But he denied, saying: Woman, I know him not.
58 Καὶ μετὰ βραχὺ, ἕτερος ἰδὼν αὐτὸν ἔφη, “Καὶ σὺ ἐξ αὐτῶν εἶ.” Ὁ δὲ Πέτρος ἔφη, “Ἄνθρωπε, οὐκ εἰμί.”
And after a little, another saw him, and said: You also are one of them. Peter replied: Man, I am not.
59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, “Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.”
And about one hour after, another confidently affirmed, saying: Of a truth, this man also was with him; for he is a Galilean.
60 Εἶπεν δὲ ὁ Πέτρος, “Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.” Καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
But Peter said: Man, I know not what you say. And immediately, while he was speaking, the cock crew.
61 Καὶ στραφεὶς, ὁ ˚Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ ˚Κυρίου, ὡς εἶπεν αὐτῷ, ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον, ἀπαρνήσῃ με τρίς.”
And the Lord turned and looked at Peter. And Peter remembered the word of the Lord, that he had said to him, Before the cock crows, you will deny me three times.
62 Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.
And Peter went out and wept bitterly.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν, ἐνέπαιζον αὐτῷ δέροντες.
And the men that had Jesus in custody mocked him, and smote him.
64 Καὶ περικαλύψαντες αὐτὸν, ἐπηρώτων λέγοντες, “Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;”
And when they had blindfolded him, they struck him on the face, and asked him, saying: Give a response; who is it that struck you?
65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες, ἔλεγον εἰς αὐτόν.
And many other impious things they said to him.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ Συνέδριον αὐτῶν
And when it was day, the elders of the people, the chief priests also and scribes, met together, and led him up to the Sanhedrin, and said:
67 λέγοντες, “Εἰ σὺ εἶ ὁ ˚Χριστός, εἰπὸν ἡμῖν.” Εἶπεν δὲ αὐτοῖς, “Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·
If you are the Christ, tell us. But he said to them: If I tell you, you will not believe;
68 ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
and if I also ask you a question, you will not answer me, nor let me go.
69 Ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ‘καθήμενος ἐκ δεξιῶν’ τῆς δυνάμεως τοῦ ˚Θεοῦ.”
Henceforth the Son of man shall sit on the right hand of the power of God.
70 Εἶπαν δὲ πάντες, “Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ;” Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, “Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.”
And they all said: You are, then, the Son of God? He said to them: You say that I am.
71 Οἱ δὲ εἶπαν, “Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.”
They replied: What further need have we of testimony? For we ourselves have heard from his own mouth.

< Κατα Λουκαν 22 >