< Κατα Λουκαν 20 >

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ, καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
And on one of those days as He was teaching the people in the temple and preaching the gospel, the chief priests and the scribes and elders came upon Him, saying,
2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν, “Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;”
Tell us by what authority thou dost these things? or who it is that gave thee this authority?
3 Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, “Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι:
And He answered and said unto them, I will also ask you one question, tell me,
4 τὸ βάπτισμα Ἰωάννου, ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;”
Was the baptism of John from heaven or from men?
5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες, ὅτι “Ἐὰν εἴπωμεν, ‘Ἐξ οὐρανοῦ’, ἐρεῖ, ‘Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;’
And they reasoned among themselves, saying, If we say, From heaven, He will say, Why then did ye not believe him?
6 Ἐὰν δὲ εἴπωμεν, ‘Ἐξ ἀνθρώπων’, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.”
but if we say, Of men, the people will all stone us: for they are persuaded that John was a prophet.
7 Καὶ ἀπεκρίθησαν, μὴ εἰδέναι πόθεν.
And they answered, they did not know whence it was.
8 Καὶ ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.”
And Jesus said unto them, Neither will I tell you by what authority I do these things.
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην: “Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
Then He began to speak unto the people this parable, A certain man planted a vineyard, and let it out to husbandmen and travelled abroad for a considerable time,
10 Καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν, δείραντες κενόν.
and at the fruit-season he sent a servant to the husbandmen that they should give him of the fruit of the vineyard; but the husbandmen beat him and sent him away empty.
11 Καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ, κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες, ἐξαπέστειλαν κενόν.
And he sent another servant; and they beat him also and abused him, and sent him away empty.
12 Καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες, ἐξέβαλον.
And he sent a third; and they wounded him also and drove him out.
13 Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, ‘Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.’
Then said the lord of the vineyard, What shall I do? I will send my beloved son: perhaps when they see Him they will reverence Him.
14 Ἰδόντες δὲ αὐτὸν, οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ‘Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.’
But when the husbandmen saw Him, they reasoned among themselves, saying, This is the heir, come, let us kill him, that the inheritance may be ours.
15 Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
So they cast him out of the vineyard and killed him. What therefore will the lord of the vineyard do unto them?
16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.” Ἀκούσαντες δὲ εἶπαν, “Μὴ γένοιτο!”
He will come and destroy these husbandmen, and will give the vineyard to others. And when they heard this they said, God forbid.
17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, “Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, ‘Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας’;
And He looked upon them and said, What then is this, which is written, The stone which the builders refused, is become the head of the corner?
18 Πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον, συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν.”
Whosoever falleth on that stone shall be bruised; but on whomsoever it falleth, it will crush him to pieces.
19 Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας, ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
And the chief priests and the scribes would have laid hands on Him at that very time, but were afraid of the people: for they perceived that He had spoken this parable against them.
20 Καὶ παρατηρήσαντες, ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
And they watched Him and sent out spies, pretending to be righteous men, to lay hold of his words, that they might deliver Him up to the power and authority of the governor.
21 Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, “Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις, καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ ˚Θεοῦ διδάσκεις.
And they asked Him, saying, Master, we know that thou speakest and teachest rightly, and acceptest not the person of any, but teachest the way of God in truth:
22 Ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;”
is it lawful for us to give tribute to Cesar, or not?
23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν πρὸς αὐτούς,
But He perceived their craftiness, and said unto them, Why do ye tempt me?
24 “Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;” οἱ δὲ εἶπαν, “Καίσαρος.”
Shew me a penny: whose image and inscription hath it? and they answered, Cesar's.
25 Ὁ δὲ εἶπεν πρὸς αὐτούς, “Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.”
Then said He unto them, Render therefore unto Cesar the things that are Cesar's, and to God the things that are God's.
26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
And they could not take hold of his word before the people: and they marvelled at his answer and said no more.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
And some of the Sadducees (who deny a resurrection) came to Him and asked Him,
28 λέγοντες, “Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ‘Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’
saying, Moses enjoined us, if any man's brother die, having a wife, and he die childless, that his brother should take his wife, and raise up seed to his brother.
29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος, λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
Now there were seven brethren: and the first took a wife, and died childless; and the second took the wife, and he died childless;
30 καὶ ὁ δεύτερος,
and the third took her;
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ, οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
and in like manner all the seven.
32 Ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
And they died and left no children. Last of all the woman also died.
33 Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.”
Therefore at the resurrection whose wife is she? for all the seven had her to wife.
34 Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται, (aiōn g165)
And Jesus answering said unto them, The children of this world marry and are given in marriage. (aiōn g165)
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου, τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται· (aiōn g165)
But they who are counted worthy to obtain that world, and the resurrection from the dead, neither marry, nor are given in marriage: (aiōn g165)
36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν ˚Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
for they can die no more, being like the angels: and they are the children of God as being the children of the resurrection.
37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει ˚Κύριον, ‘τὸν ˚Θεὸν Ἀβραὰμ, καὶ ˚Θεὸν Ἰσαὰκ, καὶ ˚Θεὸν Ἰακώβ’.
Now that the dead are raised, even Moses shewed at the bush; for he calleth the Lord, the God of Abraham, and the God of Isaac, and the God of Jacob.
38 ˚Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.”
And He is not the God of the dead, but of the living; for to Him they are all living.
39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν, “Διδάσκαλε, καλῶς εἶπας.”
And some of the scribes replied, Master, thou hast indeed said right.
40 Οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
And they dared not any more to ask Him any such question.
41 Εἶπεν δὲ πρὸς αὐτούς, “Πῶς λέγουσιν τὸν ˚Χριστὸν εἶναι Δαυὶδ Υἱόν;
And He said unto them, How do they say, that Christ is the son of David?
42 Αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ Ψαλμῶν, ‘Εἶπεν ὁ ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου,
when David himself saith in the book of Psalms, "The Lord said unto my Lord,
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”’
Sit thou on my right hand, till I make thine enemies thy footstool."
44 Δαυὶδ οὖν, αὐτὸν ‘˚Κύριον’, καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;”
David therefore calleth Him Lord, and how is He then his son?
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ,
And He said to his disciples, in the audience of all the people,
46 “Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
Beware of the scribes, who affect to walk in long robes, and love salutations in public places, and the chief seats in the Synagogues, and uppermost places at feasts;
47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρᾷ προσεύχονται. Οὗτοι λήμψονται περισσότερον κρίμα.”
who devour widows houses, and for a shew of religion make long prayers: these shall receive a heavier sentence.

< Κατα Λουκαν 20 >