< Κατα Λουκαν 2 >
1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
Now in those days, a decree went out from Caesar Augustus that all the world should be enrolled.
2 (Αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.)
This was the first enrollment made when Quirinius was governor of Syria.
3 Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
All went to enroll themselves, everyone to his own city.
4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ, ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ,
Joseph also went up from Galilee, out of the city of Nazareth, into Judea, to David’s city, which is called Bethlehem, because he was of the house and family of David,
5 ἀπογράψασθαι σὺν Μαριὰμ, τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ.
to enroll himself with Mary, who was pledged to be married to him as wife, being pregnant.
6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.
While they were there, the day had come for her to give birth.
7 Καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
She gave birth to her firstborn son. She wrapped him in bands of cloth and laid him in a feeding trough, because there was no room for them in the inn.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
There were shepherds in the same country staying in the field, and keeping watch by night over their flock.
9 Καὶ ἄγγελος ˚Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα ˚Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν
Behold, an angel of the Lord stood by them, and the glory of the Lord shone around them, and they were terrified.
10 Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, “Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
The angel said to them, “Do not be afraid, for behold, I bring you good news of great joy which will be to all the people.
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστιν ˚Χριστὸς, ˚Κύριος, ἐν πόλει Δαυίδ.
For there is born to you today, in David’s city, a Savior, who is Christ the Lord.
12 Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον: εὑρήσετε βρέφος ἐσπαργανωμένον, καὶ κείμενον ἐν φάτνῃ.”
This is the sign to you: you will find a baby wrapped in strips of cloth, lying in a feeding trough.”
13 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν ˚Θεὸν καὶ λεγόντων,
Suddenly, there was with the angel a multitude of the heavenly army praising God and saying,
14 “Δόξα ἐν ὑψίστοις ˚Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας!”
“Glory to God in the highest, on earth peace, good will toward men.”
15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, “Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς, ὃ ὁ ˚Κύριος ἐγνώρισεν ἡμῖν.”
When the angels went away from them into the sky, the shepherds said to one another, “Let’s go to Bethlehem, now, and see this thing that has happened, which the Lord has made known to us.”
16 Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ, καὶ τὸ βρέφος, κείμενον ἐν τῇ φάτνῃ.
They came with haste and found both Mary and Joseph, and the baby was lying in the feeding trough.
17 Ἰδόντες δὲ, ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς, περὶ τοῦ παιδίου τούτου.
When they saw it, they publicized widely the saying which was spoken to them about this child.
18 Καὶ πάντες οἱ ἀκούσαντες, ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
All who heard it wondered at the things which were spoken to them by the shepherds.
19 Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
But Mary kept all these sayings, pondering them in her heart.
20 Καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν ˚Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
The shepherds returned, glorifying and praising God for all the things that they had heard and seen, just as it was told them.
21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ˚Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
When eight days were fulfilled for the circumcision of the child, his name was called Jesus, which was given by the angel before he was conceived in the womb.
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ ˚Κυρίῳ,
When the days of their purification according to the law of Moses were fulfilled, they brought him up to Jerusalem to present him to the Lord
23 καθὼς γέγραπται ἐν νόμῳ ˚Κυρίου, ὅτι “Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ ˚Κυρίῳ κληθήσεται”,
(as it is written in the law of the Lord, “Every male who opens the womb shall be called holy to the Lord”),
24 καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ ˚Κυρίου, “Ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.”
and to offer a sacrifice according to that which is said in the law of the Lord, “A pair of turtledoves, or two young pigeons.”
25 Καὶ ἰδοὺ, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ ˚Πνεῦμα ἦν Ἅγιον ἐπʼ αὐτόν.
Behold, there was a man in Jerusalem whose name was Simeon. This man was righteous and devout, looking for the consolation of Israel, and the Holy Spirit was on him.
26 Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν ˚Χριστὸν ˚Κυρίου.
It had been revealed to him by the Holy Spirit that he should not see death before he had seen the Lord’s Christ.
27 Καὶ ἦλθεν ἐν τῷ ˚Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς, τὸ παιδίον ˚Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
He came in the Spirit into the temple. When the parents brought in the child, Jesus, that they might do concerning him according to the custom of the law,
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας, καὶ εὐλόγησεν τὸν ˚Θεὸν καὶ εἶπεν,
then he received him into his arms and blessed God, and said,
29 “Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
“Now you are releasing your servant, Master, according to your word, in peace;
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
for my eyes have seen your salvation,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
which you have prepared before the face of all peoples;
32 ‘φῶς εἰς ἀποκάλυψιν ἐθνῶν’ καὶ δόξαν λαοῦ σου, Ἰσραήλ.”
a light for revelation to the nations, and the glory of your people Israel.”
33 Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
Joseph and his mother were marveling at the things which were spoken concerning him.
34 Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, “Ἰδοὺ, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον,
Simeon blessed them, and said to Mary, his mother, “Behold, this child is appointed for the falling and the rising of many in Israel, and for a sign which is spoken against.
35 καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.”
Yes, a sword will pierce through your own soul, that the thoughts of many hearts may be revealed.”
36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
There was one Anna, a prophetess, the daughter of Phanuel, of the tribe of Asher (she was of a great age, having lived with a husband seven years from her virginity,
37 καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
and she had been a widow for about eighty-four years), who did not depart from the temple, worshiping with fastings and petitions night and day.
38 Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ ˚Θεῷ, καὶ ἐλάλει περὶ αὐτοῦ, πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ.
Coming up at that very hour, she gave thanks to the Lord, and spoke of him to all those who were looking for redemption in Jerusalem.
39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον ˚Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς πόλιν ἑαυτῶν Ναζαρέτ.
When they had accomplished all things that were according to the law of the Lord, they returned into Galilee, to their own city, Nazareth.
40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο, πληρούμενον σοφίᾳ, καὶ χάρις ˚Θεοῦ ἦν ἐπʼ αὐτό.
The child was growing, and was becoming strong in spirit, being filled with wisdom, and the grace of God was upon him.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα.
His parents went every year to Jerusalem at the feast of the Passover.
42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς,
When he was twelve years old, they went up to Jerusalem according to the custom of the feast;
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς, ὑπέμεινεν ˚Ἰησοῦς, ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
and when they had fulfilled the days, as they were returning, the boy Jesus stayed behind in Jerusalem. Joseph and his mother did not know it,
44 Νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ, ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς,
but supposing him to be in the company, they went a day’s journey; and they looked for him among their relatives and acquaintances.
45 καὶ μὴ εὑρόντες, ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ, ἀναζητοῦντες αὐτόν.
When they did not find him, they returned to Jerusalem, looking for him.
46 Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς, εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς.
After three days they found him in the temple, sitting in the middle of the teachers, both listening to them and asking them questions.
47 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
All who heard him were amazed at his understanding and his answers.
48 Καὶ ἰδόντες αὐτὸν, ἐξεπλάγησαν καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, “Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ, ὁ πατήρ σου κἀγὼ, ὀδυνώμενοι ζητοῦμέν σε.”
When they saw him, they were astonished; and his mother said to him, “Son, why have you treated us this way? Behold, your father and I were anxiously looking for you.”
49 Καὶ εἶπεν πρὸς αὐτούς, “Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;”
He said to them, “Why were you looking for me? Did not you know that I must be in my Father’s house?”
50 Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
They did not understand the saying which he spoke to them.
51 Καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς.
And he went down with them and came to Nazareth. He was subject to them, and his mother kept all these sayings in her heart.
52 Καὶ ˚Ἰησοῦς προέκοπτεν τῇ σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ ˚Θεῷ καὶ ἀνθρώποις.
And Jesus increased in wisdom and stature, and in favor with God and men.