< Κατα Λουκαν 12 >

1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, “Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
In the meantime, myriads of the multitude having gathered together, So that they trode on one another, He began to speak to His disciples first; Take heed unto yourselves from the leaven of the Pharisees, which is hypocrisy.
2 Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
But there is nothing hidden, which shall not be revealed: and concealed, that shall not be made known.
3 Ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Therefore so many things as you spoke in the darkness shall be heard in the light; and whatsoever you spoke in the ear in the secret chambers shall be proclaimed upon the houses.
4 Λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
And I say unto you, my friends, Be not afraid of those killing the body, and after these things, having nothing more to do.
5 Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε: φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι, ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν Γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. (Geenna g1067)
But I will show you whom you must fear: Fear him, who after he kills has power to cast into hell. Yea, I say unto you, Fear him. (Geenna g1067)
6 Οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ ˚Θεοῦ.
Are not five sparrows sold for two pennies? and one of them is not forgotten before God.
7 Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ φοβεῖσθε, πολλῶν στρουθίων διαφέρετε.
But even the hairs of your head are all numbered. Fear not: ye are more important than many sparrows.
8 Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει, ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ ˚Θεοῦ·
But I say unto you, that every one who may confess me before the people, the Son of man will also confess him before the angels of God.
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ ˚Θεοῦ.
But the one denying me before the people will be denied before the angels of God.
10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον ˚Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται.
And every one who shall speak a word against the Son of man, it shall be forgiven him: but to him having blasphemed against the Holy Ghost, it shall not be forgiven.
11 Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
But when they may carry you into the synagogues, and tribunals, and authorities; do not be solicitous as to what you may apologize, or what you may say:
12 τὸ γὰρ Ἅγιον ˚Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.”
for the Holy Spirit will teach you in that hour the things which it behooveth you to speak.
13 Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ, “Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν.”
And a certain one from the multitude said to Him, Teacher, speak to my brother, to divide the inheritance with me.
14 Ὁ δὲ εἶπεν αὐτῷ, “Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφʼ ὑμᾶς;”
And He said to him; Man, who established me judge or a divider over you?
15 Εἶπεν δὲ πρὸς αὐτούς, “Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ, ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.”
And He said to them, See, and beware of all covetousness: because his life is not in that which aboundeth to any one, from those things belonging to him.
16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, “Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
He spake a parable to them, saying, The farm of a certain rich man was very productive:
17 Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, ‘Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;’
and he was reasoning in himself, saying, What shall I do, because I have no place where I shall store my fruits?
18 Καὶ εἶπεν, ‘Τοῦτο ποιήσω: καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου.
And he said, I will do this: I will take down my barns, and build greater, and there I will gather all my fruits and my goods.
19 Καὶ ἐρῶ τῇ ψυχῇ μου, “Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.”’
And I will say to my soul, Soul, thou hast much goods laid up for many years; take thine ease, eat, drink, be merry.
20 Εἶπεν δὲ αὐτῷ ὁ ˚Θεός, ‘Ἄφρων, ταύτῃ τῇ νυκτὶ, τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;’
But God said to him, Thou fool, this night they are demanding thy soul from thee; and to whom shall those things which thou hast prepared, belong?
21 Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς ˚Θεὸν πλουτῶν.”
So is every one laying up treasure for himself, and not rich toward God.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς “Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ, τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
And He spoke to His disciples, Therefore I say unto you, Be not solicitous for your soul, what you may eat; nor for your body, what you may put on.
23 Ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
The soul is more than food, and the body more than raiment.
24 Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ ˚Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν!
Observe the ravens, because they neither sow nor reap; to which there is no storehouse nor barn, and God feeds them; are you not much better than the fowls?
25 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν, δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν;
And which one of you being solicitous is able to add one moment to his existence?
26 Εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
If then you are powerless in the smallest matter, why are you solicitous about other things?
27 Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ, περιεβάλετο ὡς ἓν τούτων.
Observe the lilies, how they toil not, neither do they spin: and I say unto you, That Solomon in all his glory was not arrayed as one of these.
28 Εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ ˚Θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
And if God so clothes the verdure flourishing in the fields to-day, and to-morrow cast into the oven; how much more are you, O ye of little faith?
29 Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε.
And do not seek what you may eat, and what you may drink, and with what you are clothed;
30 Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
for the heathens of the world are seeking after all these things: but your Father knows that you have need of these things.
31 Πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.
Moreover seek His kingdom and these things shall be added unto you.
32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν, δοῦναι ὑμῖν τὴν βασιλείαν.
Fear not, little flock; because your Father is well pleased to give you the kingdom.
33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει.
Sell your possessions and give alms; make for yourselves purses that will not get old, and treasure in the heavens which can not be stolen, where the thief does not draw nigh, nor the moth corrupt.
34 Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
For where your treasure is, there your heart will be.
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι,
Let your loins be girted, and your lamps burning;
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.
and be you like unto men waiting for their lord, when he may rise up from the marriage feast; in order that, coming and knocking, they may open unto him immediately.
37 Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν, ὁ ˚Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν, λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν, διακονήσει αὐτοῖς.
Blessed are those servants, whom the lord having come will find watching: truly I say unto you, that he will gird himself, and have them sit down, and having come will serve them.
38 Κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι!
If at the second, and third, watch he may come, happy are ye.
39 Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
Know this, that if the landlord knew at what hour the thief cometh, he would not have permitted his house to be broken into.
40 Καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.”
Be ye also ready: because at an hour you do not think the Son of man cometh.
41 Εἶπεν δὲ ὁ Πέτρος, “˚Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;”
And Peter said to Him, Lord, do you speak this parable to us, or to all?
42 Καὶ εἶπεν ὁ ˚Κύριος, “Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ ˚Κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ σιτομέτριον;
The Lord said, Who then is the faithful, wise steward, whom the lord will establish over his house-hold, to give them their food in season?
43 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν, ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
Happy is that servant, whom his lord having come shall thus find watching.
44 Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Truly I say unto you, that he will establish him over all his possessions.
45 Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‘Χρονίζει ὁ κύριός μου ἔρχεσθαι’, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
But if that servant may say in his heart, my lord delayeth his coming, and may begin to smite the servants and handmaidens, and to eat and drink, and be drunken;
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
the lord of that servant will come in a day in which he does not expect, and in an hour in which he does not know, and will cut him off, and will appoint his part with the unbelievers.
47 Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
But that servant knowing the will of his lord, and not preparing or doing according to his will, shall be beaten with many stripes.
48 ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
But the one not knowing, and doing things worthy of stripes, shall be beaten with few. But to every one to whom much is given, much will be required of him: and to whom they commit much, of him they will ask the more.
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
I have come to send fire on the earth; and what do I will, if it is already kindled?
50 Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ!
And I have a baptism to be baptized with; and how am I straitened till it may be perfected!
51 Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν.
Do you think that I have come to give peace on the earth? I say unto you, Nay, but division.
52 Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν, πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν, καὶ δύο ἐπὶ τρισίν.
For from now, there shall be five in one house divided, three shall be divided against two, and two against three:
53 Διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.”
the father against the son, and the son against the father; and the mother against the daughter, and the daughter against the mother; the mother-in-law against the daughter-in-law, and the daughter-in-law against the mother-in-law.
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, “Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε, ὅτι ‘Ὄμβρος ἔρχεται’, καὶ γίνεται οὕτως.
And he also spoke to the multitudes, When you may see a cloud rising from the west, you immediately say, that the rain cometh; and it is so:
55 Καὶ ὅταν νότον πνέοντα, λέγετε, ὅτι ‘Καύσων ἔσται’, καὶ γίνεται.
and when the south wind is blowing, you say, that it will be hot; and it is so.
56 Ὑποκριταί! Τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον, πῶς οὐκ οἴδατε δοκιμάζειν;
You hypocrites, you know how to discern the face of the earth and the firmament; and how do you not discern this time?
57 Τί δὲ καὶ ἀφʼ ἑαυτῶν, οὐ κρίνετε τὸ δίκαιον;
Why do you not judge righteous judgment, even with reference to yourselves?
58 Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα ἐν τῇ ὁδῷ, δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
For as you go with your adversary to the ruler, give attention on the way that you be reconciled with him; lest he may deliver you to the judge, and the judge shall turn you over to the officer, and the officer will cast you into prison.
59 Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.”
I say unto you, You can by no means come out thence, till you have even paid the last mite.

< Κατα Λουκαν 12 >