< Κατα Ιωαννην 7 >

1 Καὶ μετὰ ταῦτα, περιεπάτει ὁ ˚Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.
ཏཏཿ པརཾ ཡིཧཱུདཱིཡལོཀཱསྟཾ ཧནྟུཾ སམཻཧནྟ ཏསྨཱད྄ ཡཱིཤུ ཪྻིཧཱུདཱཔྲདེཤེ པཪྻྱཊིཏུཾ ནེཙྪན྄ གཱལཱིལ྄ པྲདེཤེ པཪྻྱཊིཏུཾ པྲཱརབྷཏ།
2 Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.
ཀིནྟུ ཏསྨིན྄ སམཡེ ཡིཧཱུདཱིཡཱནཱཾ དཱུཥྱཝཱསནཱམོཏྶཝ ཨུཔསྠིཏེ
3 Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, “Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς.
ཏསྱ བྷྲཱཏརསྟམ྄ ཨཝདན྄ ཡཱནི ཀརྨྨཱཎི ཏྭཡཱ ཀྲིཡནྟེ ཏཱནི ཡཐཱ ཏཝ ཤིཥྱཱཿ པཤྱནྟི ཏདརྠཾ ཏྭམིཏཿ སྠཱནཱད྄ ཡིཧཱུདཱིཡདེཤཾ ཝྲཛ།
4 Οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι.” Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.
ཡཿ ཀཤྩིཏ྄ སྭཡཾ པྲཙིཀཱཤིཥཏི ས ཀདཱཔི གུཔྟཾ ཀརྨྨ ན ཀརོཏི ཡདཱིདྲྀཤཾ ཀརྨྨ ཀརོཥི ཏརྷི ཛགཏི ནིཛཾ པརིཙཱཡཡ།
5 Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
ཡཏསྟསྱ བྷྲཱཏརོཔི ཏཾ ན ཝིཤྭསནྟི།
6 Λέγει οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.
ཏདཱ ཡཱིཤུསྟཱན྄ ཨཝོཙཏ྄ མམ སམཡ ཨིདཱནཱིཾ ནོཔཏིཥྛཏི ཀིནྟུ ཡུཥྨཱཀཾ སམཡཿ སཏཏམ྄ ཨུཔཏིཥྛཏི།
7 Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
ཛགཏོ ལོཀཱ ཡུཥྨཱན྄ ཨྲྀཏཱིཡིཏུཾ ན ཤཀྲུཝནྟི ཀིནྟུ མཱམེཝ ཨྲྀཏཱིཡནྟེ ཡཏསྟེཥཱཾ ཀརྨཱཎི དུཥྚཱནི ཏཏྲ སཱཀྵྱམིདམ྄ ཨཧཾ དདཱམི།
8 Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.”
ཨཏཨེཝ ཡཱུཡམ྄ ཨུཏྶཝེ྅སྨིན྄ ཡཱཏ ནཱཧམ྄ ཨིདཱནཱིམ྄ ཨསྨིནྣུཏྶཝེ ཡཱམི ཡཏོ མམ སམཡ ཨིདཱནཱིཾ ན སམྤཱུརྞཿ།
9 Ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
ཨིཏི ཝཱཀྱམ྄ ཨུཀྟྟྭཱ ས གཱལཱིལི སྠིཏཝཱན྄
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλʼ ὡς ἐν κρυπτῷ.
ཀིནྟུ ཏསྱ བྷྲཱཏྲྀཥུ ཏཏྲ པྲསྠིཏེཥུ སཏྶུ སོ྅པྲཀཊ ཨུཏྶཝམ྄ ཨགཙྪཏ྄།
11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, “Ποῦ ἐστιν ἐκεῖνος;”
ཨནནྟརམ྄ ཨུཏྶཝམ྄ ཨུཔསྠིཏཱ ཡིཧཱུདཱིཡཱསྟཾ མྲྀགཡིཏྭཱཔྲྀཙྪན྄ ས ཀུཏྲ?
12 Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. Οἱ μὲν ἔλεγον, ὅτι “Ἀγαθός ἐστιν”, ἄλλοι δὲ ἔλεγον, “Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.”
ཏཏོ ལོཀཱནཱཾ མདྷྱེ ཏསྨིན྄ ནཱནཱཝིདྷཱ ཝིཝཱདཱ བྷཝིཏུམ྄ ཨཱརབྡྷཝནྟཿ། ཀེཙིད྄ ཨཝོཙན྄ ས ཨུཏྟམཿ པུརུཥཿ ཀེཙིད྄ ཨཝོཙན྄ ན ཏཐཱ ཝརཾ ལོཀཱནཱཾ བྷྲམཾ ཛནཡཏི།
13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ, διὰ τὸν φόβον τῶν Ἰουδαίων.
ཀིནྟུ ཡིཧཱུདཱིཡཱནཱཾ བྷཡཱཏ྄ ཀོཔི ཏསྱ པཀྵེ སྤཥྚཾ ནཱཀཐཡཏ྄།
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ˚Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.
ཏཏཿ པརམ྄ ཨུཏྶཝསྱ མདྷྱསམཡེ ཡཱིཤུ རྨནྡིརཾ གཏྭཱ སམུཔདིཤཏི སྨ།
15 Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, “Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς;”
ཏཏོ ཡིཧཱུདཱིཡཱ ལོཀཱ ཨཱཤྩཪྻྱཾ ཛྙཱཏྭཱཀཐཡན྄ ཨེཥཱ མཱནུཥོ ནཱདྷཱིཏྱཱ ཀཐམ྄ ཨེཏཱདྲྀཤོ ཝིདྭཱནབྷཱུཏ྄?
16 Ἀπεκρίθη οὖν αὐτοῖς ˚Ἰησοῦς καὶ εἶπεν, “Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με.
ཏདཱ ཡཱིཤུཿ པྲཏྱཝོཙད྄ ཨུཔདེཤོཡཾ ན མམ ཀིནྟུ ཡོ མཱཾ པྲེཥིཏཝཱན྄ ཏསྱ།
17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ.
ཡོ ཛནོ ནིདེཤཾ ཏསྱ གྲཧཱིཥྱཏི མམོཔདེཤོ མཏྟོ བྷཝཏི ཀིམ྄ ཨཱིཤྭརཱད྄ བྷཝཏི ས གནསྟཛྫྙཱཏུཾ ཤཀྵྱཏི།
18 Ὁ ἀφʼ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
ཡོ ཛནཿ སྭཏཿ ཀཐཡཏི ས སྭཱིཡཾ གཽརཝམ྄ ཨཱིཧཏེ ཀིནྟུ ཡཿ པྲེརཡིཏུ རྒཽརཝམ྄ ཨཱིཧཏེ ས སཏྱཝཱདཱི ཏསྨིན྄ ཀོཔྱདྷརྨྨོ ནཱསྟི།
19 Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;”
མཱུསཱ ཡུཥྨབྷྱཾ ཝྱཝསྠཱགྲནྠཾ ཀིཾ ནཱདདཱཏ྄? ཀིནྟུ ཡུཥྨཱཀཾ ཀོཔི ཏཱཾ ཝྱཝསྠཱཾ ན སམཱཙརཏི། མཱཾ ཧནྟུཾ ཀུཏོ ཡཏདྷྭེ?
20 Ἀπεκρίθη ὁ ὄχλος, “Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;”
ཏདཱ ལོཀཱ ཨཝདན྄ ཏྭཾ བྷཱུཏགྲསྟསྟྭཱཾ ཧནྟུཾ ཀོ ཡཏཏེ?
21 Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
ཏཏོ ཡཱིཤུརཝོཙད྄ ཨེཀཾ ཀརྨྨ མཡཱཀཱརི ཏསྨཱད྄ ཡཱུཡཾ སཪྻྭ མཧཱཤྩཪྻྱཾ མནྱདྷྭེ།
22 Διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλʼ ἐκ τῶν πατέρων), καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον.
མཱུསཱ ཡུཥྨབྷྱཾ ཏྭཀྪེདཝིདྷིཾ པྲདདཽ ས མཱུསཱཏོ ན ཛཱཏཿ ཀིནྟུ པིཏྲྀཔུརུཥེབྷྱོ ཛཱཏཿ ཏེན ཝིཤྲཱམཝཱརེ྅པི མཱནུཥཱཎཱཾ ཏྭཀྪེདཾ ཀུརུཐ།
23 Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ;
ཨཏཨེཝ ཝིཤྲཱམཝཱརེ མནུཥྱཱཎཱཾ ཏྭཀྪེདེ ཀྲྀཏེ ཡདི མཱུསཱཝྱཝསྠཱམངྒནཾ ན བྷཝཏི ཏརྷི མཡཱ ཝིཤྲཱམཝཱརེ མཱནུཥཿ སམྤཱུརྞརཱུཔེཎ སྭསྠོ྅ཀཱརི ཏཏྐཱརཎཱད྄ ཡཱུཡཾ ཀིཾ མཧྱཾ ཀུཔྱཐ?
24 Μὴ κρίνετε κατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.”
སཔཀྵཔཱཏཾ ཝིཙཱརམཀྲྀཏྭཱ ནྱཱཡྻཾ ཝིཙཱརཾ ཀུརུཏ།
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, “Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
ཏདཱ ཡིརཱུཤཱལམ྄ ནིཝཱསིནཿ ཀཏིཔཡཛནཱ ཨཀཐཡན྄ ཨིམེ ཡཾ ཧནྟུཾ ཙེཥྚནྟེ ས ཨེཝཱཡཾ ཀིཾ ན?
26 Καὶ ἴδε, παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ ˚Χριστός;
ཀིནྟུ པཤྱཏ ནིརྦྷཡཿ སན྄ ཀཐཱཾ ཀཐཡཏི ཏཐཱཔི ཀིམཔི ཨ ཝདནྟྱེཏེ ཨཡམེཝཱབྷིཥིཀྟྟོ བྷཝཏཱིཏི ནིཤྩིཏཾ ཀིམདྷིཔཏཡོ ཛཱནནྟི?
27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὁ δὲ ˚Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.”
མནུཛོཡཾ ཀསྨཱདཱགམད྄ ཨིཏི ཝཡཾ ཛཱནོམཿ ཀིནྟྭབྷིཥིཀྟྟ ཨཱགཏེ ས ཀསྨཱདཱགཏཝཱན྄ ཨིཏི ཀོཔི ཛྙཱཏུཾ ན ཤཀྵྱཏི།
28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ˚Ἰησοῦς, καὶ λέγων, “Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε.
ཏདཱ ཡཱིཤུ རྨདྷྱེམནྡིརམ྄ ཨུཔདིཤན྄ ཨུཙྩཻཿཀཱརམ྄ ཨུཀྟྟཝཱན྄ ཡཱུཡཾ ཀིཾ མཱཾ ཛཱནཱིཐ? ཀསྨཱཙྩཱགཏོསྨི ཏདཔི ཀིཾ ཛཱནཱིཐ? ནཱཧཾ སྭཏ ཨཱགཏོསྨི ཀིནྟུ ཡཿ སཏྱཝཱདཱི སཨེཝ མཱཾ པྲེཥིཏཝཱན྄ ཡཱུཡཾ ཏཾ ན ཛཱནཱིཐ།
29 Ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.”
ཏམཧཾ ཛཱནེ ཏེནཱཧཾ པྲེརིཏ ཨགཏོསྨི།
30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
ཏསྨཱད྄ ཡིཧཱུདཱིཡཱསྟཾ དྷརྟྟུམ྄ ཨུདྱཏཱསྟཐཱཔི ཀོཔི ཏསྱ གཱཏྲེ ཧསྟཾ ནཱརྤཡད྄ ཡཏོ ཧེཏོསྟདཱ ཏསྱ སམཡོ ནོཔཏིཥྛཏི།
31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, “Ὁ ˚Χριστὸς, ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;”
ཀིནྟུ བཧཝོ ལོཀཱསྟསྨིན྄ ཝིཤྭསྱ ཀཐིཏཝཱནྟོ྅བྷིཥིཀྟྟཔུརུཥ ཨཱགཏྱ མཱནུཥསྱཱསྱ ཀྲིཡཱབྷྱཿ ཀིམ྄ ཨདྷིཀཱ ཨཱཤྩཪྻྱཱཿ ཀྲིཡཱཿ ཀརིཥྱཏི?
32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν.
ཏཏཿ པརཾ ལོཀཱསྟསྨིན྄ ཨིཏྠཾ ཝིཝདནྟེ ཕིརཱུཤིནཿ པྲདྷཱནཡཱཛཀཱཉྩེཏི ཤྲུཏཝནྟསྟཾ དྷྲྀཏྭཱ ནེཏུཾ པདཱཏིགཎཾ པྲེཥཡཱམཱསུཿ།
33 Εἶπεν οὖν ὁ ˚Ἰησοῦς, “Ἔτι χρόνον μικρὸν μεθʼ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.
ཏཏོ ཡཱིཤུརཝདད྄ ཨཧམ྄ ཨལྤདིནཱནི ཡུཥྨཱབྷིཿ སཱརྡྡྷཾ སྠིཏྭཱ མཏྤྲེརཡིཏུཿ སམཱིཔཾ ཡཱསྱཱམི།
34 Ζητήσετέ με, καὶ οὐχ εὑρήσετέ, με καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς, οὐ δύνασθε ἐλθεῖν.”
མཱཾ མྲྀགཡིཥྱདྷྭེ ཀིནྟཱུདྡེཤཾ ན ལཔྶྱདྷྭེ རཏྲ སྠཱསྱཱམི ཏཏྲ ཡཱུཡཾ གནྟུཾ ན ཤཀྵྱཐ།
35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, “Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας;
ཏདཱ ཡིཧཱུདཱིཡཱཿ པརསྤརཾ ཝཀྟྟུམཱརེབྷིརེ ཨསྱོདྡེཤཾ ན པྲཱཔྶྱཱམ ཨེཏཱདྲྀཤཾ ཀིཾ སྠཱནཾ ཡཱསྱཏི? བྷིནྣདེཤེ ཝིཀཱིརྞཱནཱཾ ཡིཧཱུདཱིཡཱནཱཾ སནྣིདྷིམ྄ ཨེཥ གཏྭཱ ཏཱན྄ ཨུཔདེཀྵྱཏི ཀིཾ?
36 Τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ‘Ζητήσετέ με, καὶ οὐχ εὑρήσετέ, με καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’;”
ནོ ཙེཏ྄ མཱཾ གཝེཥཡིཥྱཐ ཀིནྟཱུདྡེཤཾ ན པྲཱཔྶྱཐ ཨེཥ ཀོདྲྀཤཾ ཝཱཀྱམིདཾ ཝདཏི?
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ˚Ἰησοῦς, καὶ ἔκραξεν λέγων, “Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
ཨནནྟརམ྄ ཨུཏྶཝསྱ ཙརམེ྅ཧནི ཨརྠཱཏ྄ པྲདྷཱནདིནེ ཡཱིཤུརུཏྟིཥྛན྄ ཨུཙྩཻཿཀཱརམ྄ ཨཱཧྭཡན྄ ཨུདིཏཝཱན྄ ཡདི ཀཤྩིཏ྄ ཏྲྀཥཱརྟྟོ བྷཝཏི ཏརྷི མམཱནྟིཀམ྄ ཨཱགཏྱ པིཝཏུ།
38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ‘Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.’”
ཡཿ ཀཤྩིནྨཡི ཝིཤྭསིཏི དྷརྨྨགྲནྠསྱ ཝཙནཱནུསཱརེཎ ཏསྱཱབྷྱནྟརཏོ྅མྲྀཏཏོཡསྱ སྲོཏཱཾསི ནིརྒམིཥྱནྟི།
39 Τοῦτο δὲ εἶπεν περὶ τοῦ ˚Πνεύματος, οὗ ἔμελλον λαμβάνειν, οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν ˚Πνεῦμα, ὅτι ˚Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
ཡེ ཏསྨིན྄ ཝིཤྭསནྟི ཏ ཨཱཏྨཱནཾ པྲཱཔྶྱནྟཱིཏྱརྠེ ས ཨིདཾ ཝཱཀྱཾ ཝྱཱཧྲྀཏཝཱན྄ ཨེཏཏྐཱལཾ ཡཱཝད྄ ཡཱིཤུ ཪྻིབྷཝཾ ན པྲཱཔྟསྟསྨཱཏ྄ པཝིཏྲ ཨཱཏྨཱ ནཱདཱིཡཏ།
40 Ἐκ τοῦ ὄχλου οὖν, ἀκούσαντες τῶν λόγων τούτων, ἔλεγον, “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης”.
ཨེཏཱཾ ཝཱཎཱིཾ ཤྲུཏྭཱ བཧཝོ ལོཀཱ ཨཝདན྄ ཨཡམེཝ ནིཤྩིཏཾ ས བྷཝིཥྱདྭཱདཱི།
41 Ἄλλοι ἔλεγον, “Οὗτός ἐστιν ὁ ˚Χριστός.” Οἱ δὲ ἔλεγον, “Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ ˚Χριστὸς ἔρχεται;
ཀེཙིད྄ ཨཀཐཡན྄ ཨེཥཨེཝ སོབྷིཥིཀྟྟཿ ཀིནྟུ ཀེཙིད྄ ཨཝདན྄ སོབྷིཥིཀྟྟཿ ཀིཾ གཱལཱིལ྄ པྲདེཤེ ཛནིཥྱཏེ?
42 Οὐχ ἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυὶδ, ἔρχεται ὁ ˚Χριστός;”
སོབྷིཥིཀྟྟོ དཱཡཱུདོ ཝཾཤེ དཱཡཱུདོ ཛནྨསྠཱནེ བཻཏླེཧམི པཏྟནེ ཛནིཥྱཏེ དྷརྨྨགྲནྠེ ཀིམིཏྠཾ ལིཁིཏཾ ནཱསྟི?
43 Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ διʼ αὐτόν.
ཨིཏྠཾ ཏསྨིན྄ ལོཀཱནཱཾ བྷིནྣཝཱཀྱཏཱ ཛཱཏཱ།
44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ἔβαλεν ἐπʼ αὐτὸν τὰς χεῖρας.
ཀཏིཔཡལོཀཱསྟཾ དྷརྟྟུམ྄ ཨཻཙྪན྄ ཏཐཱཔི ཏདྭཔུཥི ཀོཔི ཧསྟཾ ནཱརྤཡཏ྄།
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, “Διὰ τί οὐκ ἠγάγετε αὐτόν;”
ཨནནྟརཾ པཱདཱཏིགཎེ པྲདྷཱནཡཱཛཀཱནཱཾ ཕིརཱུཤིནཱཉྩ སམཱིཔམཱགཏཝཏི ཏེ ཏཱན྄ ཨཔྲྀཙྪན྄ ཀུཏོ ཧེཏོསྟཾ ནཱནཡཏ?
46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, “Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος.”
ཏདཱ པདཱཏཡཿ པྲཏྱཝདན྄ ས མཱནཝ ཨིཝ ཀོཔི ཀདཱཔི ནོཔཱདིཤཏ྄།
47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, “Μὴ καὶ ὑμεῖς πεπλάνησθε;
ཏཏཿ ཕིརཱུཤིནཿ པྲཱཝོཙན྄ ཡཱུཡམཔི ཀིམབྷྲཱམིཥྚ?
48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων;
ཨདྷིཔཏཱིནཱཾ ཕིརཱུཤིནཱཉྩ ཀོཔི ཀིཾ ཏསྨིན྄ ཝྱཤྭསཱིཏ྄?
49 Ἀλλὰ ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπάρατοί εἰσιν.”
ཡེ ཤཱསྟྲཾ ན ཛཱནནྟི ཏ ཨིམེ྅དྷམལོཀཱཨེཝ ཤཱཔགྲསྟཱཿ།
50 Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν,
ཏདཱ ནིཀདཱིམནཱམཱ ཏེཥཱམེཀོ ཡཿ ཀྵཎདཱཡཱཾ ཡཱིཤོཿ སནྣིདྷིམ྄ ཨགཱཏ྄ ས ཨུཀྟྟཝཱན྄
51 “Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρʼ αὐτοῦ, καὶ γνῷ τί ποιεῖ;”
ཏསྱ ཝཱཀྱེ ན ཤྲུཏེ ཀརྨྨཎི ཙ ན ཝིདིཏེ ྅སྨཱཀཾ ཝྱཝསྠཱ ཀིཾ ཀཉྩན མནུཛཾ དོཥཱིཀརོཏི?
52 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.”
ཏཏསྟེ ཝྱཱཧརན྄ ཏྭམཔི ཀིཾ གཱལཱིལཱིཡལོཀཿ? ཝིཝིཙྱ པཤྱ གལཱིལི ཀོཔི བྷཝིཥྱདྭཱདཱི ནོཏྤདྱཏེ།
ཏཏཿ པརཾ སཪྻྭེ སྭཾ སྭཾ གྲྀཧཾ གཏཱཿ ཀིནྟུ ཡཱིཤུ རྫཻཏུནནཱམཱནཾ ཤིལོཙྩཡཾ གཏཝཱན྄།

< Κατα Ιωαννην 7 >