< Κατα Ιωαννην 6 >

1 Μετὰ ταῦτα, ἀπῆλθεν ὁ ˚Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.
在这之后,耶稣离开这里,去往加利利海(又名提比里亚海)的另外一边。
2 Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
由于目睹了他治愈病患的神迹,一大群人跟随他而行。
3 Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ˚Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
耶稣走到山上,与门徒们坐在那里。
4 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
此刻即将迎来犹太人的逾越节。
5 Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον, “Πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;”
耶稣环顾四周,看到大群人向他走来。于是他问腓力:“我们该到哪里买饼分给这些人?”
6 Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
耶稣这样说只是想看看腓力的反应,其实他早知道该怎样做。
7 Ἀπεκρίθη αὐτῷ Φίλιππος, “Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ λάβῃ.”
腓力回答:“就算花二百银币买饼,也不够给每人分一小块。”
8 Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
有个门徒是西门(彼得)的弟弟安得烈,他对耶稣说:
9 “Ἔστιν παιδάριον ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;”
“这里有个男孩,带着五块大麦饼和几条鱼。但这么多人,要怎么分才好呢?”
10 Εἶπεν ὁ ˚Ἰησοῦς, “Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.” Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσαν οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.
耶稣说:“让大家坐下吧。”这里的地上长着很多草,众人全部坐下,其中大约有五千名男子。
11 Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ ˚Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον.
耶稣拿起饼,感谢上帝后开始分给席地而坐的人群,然后以同样的方式分鱼,让所有人都获得了足够的食物。
12 Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.”
大家吃饱了之后,耶稣对门徒说:“把剩下的零碎收拾起来,免得浪费。”
13 Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
门徒们开始收拾,五个大麦饼剩下的残渣,装满了十二个篮子。
14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον, ὅτι “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.”
众人看见耶稣显化的神迹,就说:“这的确就是将要来到世上的先知。”
15 ˚Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
耶稣意识到群众想要推举他为王,于是便离开众人,独自退回山中。
16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
夜晚降临,他的门徒们下山到了海边,
17 καὶ ἐμβάντες εἰς πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω πρὸς αὐτοὺς ἐληλύθει ὁ ˚Ἰησοῦς.
然后上了船准备渡海去往迦百农。天色已黑,但耶稣并未来到他们身边。
18 Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
忽然海上刮起狂风,巨浪翻滚。
19 Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν ˚Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
门徒们摇桨前行了大概六公里,看到耶稣在海面上行走,朝着船的方向走来。这情景让他们十分害怕。
20 Ὁ δὲ λέγει αὐτοῖς, “Ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
耶稣对他们说:“别怕!是我。”
21 Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
他们立刻高兴起来,把他接上船,众人立刻抵达目的地的海滩。
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ˚Ἰησοῦς εἰς τὸ πλοῖον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
第二天,站在海另一边的人群看到只有一只小船停在那里,意识到耶稣并没有和门徒一同上船,门徒离开的时候,耶稣并未同行。
23 ἄλλα ἦλθεν πλοῖα ἐκ Τιβεριάδος, ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ ˚Κυρίου.
但就在主之前为众人分饼的地方,附近停着几只从提比里亚来的船。
24 Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι ˚Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια, καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν ˚Ἰησοῦν.
民众现在知道耶稣和门徒都不在那里,于是就上船去迦百农找耶稣。
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, “Ῥαββί, πότε ὧδε γέγονας;”
他们在对岸找到了耶稣,就问他:“拉比,你什么时候到这里来的?”
26 Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
耶稣回答:“告诉你实话,你们找我,不是因为看见了神迹,而是因为你们吃到了足够的饼。
27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ ˚Θεός.” (aiōnios g166)
食物必会腐烂,不要为此忧心忡忡,要关心人子赐给你们的永恒食物,它会带来永续生命,因为他已获得天父的批准。” (aiōnios g166)
28 Εἶπον οὖν πρὸς αὐτόν, “Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ ˚Θεοῦ;”
众人问他:“那我们该做什么才算是遵从上帝旨意呢?”
29 Ἀπεκρίθη ὁ ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Τοῦτό ἐστιν τὸ ἔργον τοῦ ˚Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.”
耶稣回答:“上帝想让你们做的,就是相信他派来之人。”
30 Εἶπον οὖν αὐτῷ, “Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
众人又问:“为了让我们信你,你要为我们显化什么神迹呢?你能做什么?
31 Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, ‘Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.’”
我们的祖先在荒野中吃过吗哪,正如经上所记:‘他把来自天堂的食物赐给他们。’”
32 Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
耶稣回答道:“告诉你们实话,带给你们天堂食物之人并非摩西,而是我父,是他把真正的天堂食物赐给你们。
33 Ὁ γὰρ ἄρτος τοῦ ˚Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.”
因为上帝的食物就是来自那天堂、为世人赋予生命之人。”
34 Εἶπον οὖν πρὸς αὐτόν, “Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.”
众人说:“主啊,求你始终赐给我们这样的食物。”
35 Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ, οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε.
耶稣说:“我就是生命的食物,到我这里来就不会再感到饥饿。信我之人,永远不会口渴。
36 Ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
但就像我之前所说,你们虽然见了我,但还仍然不信我。
37 Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ἐμὲ, οὐ μὴ ἐκβάλω ἔξω.
天父赐给我之人必会走向我,我决不拒绝任何一人。
38 Ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
因为我从天国而降,并非来达成自己之愿,而是遵循派我前来之人的旨意。
39 Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.
他赐予我的人,我一个也不丢失,在末日要将他们复活。这就是他的旨意。
40 Τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.” (aiōnios g166)
我父的旨意,就是让所有看到并相信人子之人实现永生,然后让我在末日之时鼓舞他们。” (aiōnios g166)
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.”
因为耶稣说“我就是来自天堂的食物”,犹太人对此深感不满,于是议论纷纷。
42 Καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ˚Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς νῦν λέγει, ὅτι ‘Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα’;”
他们说:“这不是约瑟的儿子耶稣吗?我们认识他父母。现在他怎么能说‘我来自天堂’呢?”
43 Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Μὴ γογγύζετε μετʼ ἀλλήλων.
耶稣说:“不必再议论了。
44 Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
如果不是派我前来的天父吸引了众人,根本不会有人能到我这里,我会在末日之时鼓舞他们。
45 Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, ‘Καὶ ἔσονται πάντες διδακτοὶ ˚Θεοῦ.’ Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρὸς με.
先知书上记着:‘众人都必受上帝的教导。’聆听天父、遵其教诲的人,必会到我这里来。
46 Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ ˚Θεοῦ, οὗτος ἑώρακεν τὸν Πατέρα.
从未有任何人见过天父,只有来自上帝的那个人才见过。
47 Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. (aiōnios g166)
告诉你们实话,信上帝,得永生。 (aiōnios g166)
48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
我就是生命的食物,
49 Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον.
你们的祖先在旷野吃过吗哪,但仍然会死去。
50 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ.
但这是从天上而降的食物,吃下它就不会死。
51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.” (aiōn g165)
我就是来自天堂、赋予生命的食物,吃下这食物就能获得永生。这食物即我的身体,为了让世人获得生命而赐。” (aiōn g165)
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, “Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;”
随后犹太人开始进行激烈的争论。他们不解的是:“这个人怎会把他的肉身给我们吃?”
53 Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
耶稣告诉他们:“说实话,除非吃人子的肉、喝人子的血,否则就无法获得真正的生命。
54 Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. (aiōnios g166)
食我肉、饮我血才能永生,我会在末日让他们复活。 (aiōnios g166)
55 Ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.
因为我的肉是真正的食物,我的血是真正的饮品。
56 Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
只有食我肉、饮我血之人,我才能与他们彼此同在。
57 Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει διʼ ἐμέ.
正如赐予生命的天父派我前来,我也因天父而活,食我肉身者即可因我而活。
58 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.” (aiōn g165)
这就是来自天堂的食物,你们祖先吃下吗哪后仍然死了,但吃下天堂的食物必会永生。” (aiōn g165)
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ, διδάσκων ἐν Καφαρναούμ.
这番话,就是耶稣在迦百农会堂中对众人的教导。
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, “Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;”
他的很多门徒听完这番话后说:“这番话难以接受!谁会真正遵循它?”
61 Εἰδὼς δὲ ὁ ˚Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, “Τοῦτο ὑμᾶς σκανδαλίζει;
耶稣看到门徒对这番话的不解,于是便问:“这话让你们感觉受到冒犯吗?
62 Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
如果你们能目睹人子升入他原本所在的地方,又怎样呢?
63 Τὸ ˚Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
是灵魂赋予人生命,绝非肉体。我对你们所说的就是灵,是生命!
64 Ἀλλʼ εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν.” ἬΙδει γὰρ ἐξ ἀρχῆς ὁ ˚Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
但你们中却有人不信。”(耶稣从最开始就知道谁不信他,谁会背叛他)。
65 Καὶ ἔλεγεν, “Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός.”
耶稣补充道:“所以我要说的是,是他让这成为可能,否则没有人能到我这里来。”
66 Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν.
此后,他的门徒中有许多人都放弃了,不再追随于他。
67 Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τοῖς δώδεκα, “Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;”
于是耶稣对十二门徒说:“你们呢?你们也想离去吗?”
68 Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. (aiōnios g166)
西门(彼得)回答:“主啊,我们还能追随谁呢?你才是讲述永生之道的那个人。 (aiōnios g166)
69 Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ ˚Θεοῦ.”
我们相信你,我们确信你就是上帝的圣者。”
70 Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;”
耶稣说:“我不是选出你们十二个人吗?但你们中间有一个是魔鬼。”
71 Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
(耶稣所指为加略人西门的儿子犹大。虽然他是十二门徒之一,但后来背叛了耶稣。)

< Κατα Ιωαννην 6 >