< Κατα Ιωαννην 5 >
1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ˚Ἰησοῦς εἰς Ἱεροσόλυμα.
After that ther was a feast of the Iewes and Iesus went vp to Ierusalem.
2 Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ Προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ, Βηθσαϊδά, πέντε στοὰς ἔχουσα.
And ther is at Ierusalem by ye slaughterhousse a pole called in ye Ebrue toge Bethseda havinge five porches
3 Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
in which laye a greate multitude of sicke folke of blinde halt and wyddered waytinge for the movinge of the water.
For an angell wet doune at a certayne ceason into ye pole and troubled ye water. Whosoever then fyrst after the steringe of the water stepped in was made whoale of what soever disease he had.
5 Ἦν δέ τις ἄνθρωπος ἐκεῖ, τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
And a certayne ma was theare which had bene diseased. xxxviii. yeares
6 Τοῦτον ἰδὼν ὁ ˚Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, “Θέλεις ὑγιὴς γενέσθαι;”
When Iesus sawe him lye and knewe that he now longe tyme had bene diseased he sayde vnto him. Wilt thou be made whoale?
7 Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, “Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.”
The sicke answered him: Syr I have no man whe the water is troubled to put me into the pole. But in the meane tyme whill I am about to come another steppeth doune before me.
8 Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἔγειρε, ἆρον τὸν κράβαττόν σου, καὶ περιπάτει.”
And Iesus sayde vnto him: ryse take vp thy beed and walke.
9 Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ, καὶ περιεπάτει. Ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
And immediatly the man was made whole and toke vp his beed and went. And the same daye was the Saboth daye
10 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, “Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον σου.”
The Iewes therfore sayde vnto him that was made whole. It is ye Saboth daye it is not laufull for the to cary thy beed
11 ὃς δὲ ἀπεκρίθη αὐτοῖς, “Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, ‘Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.’”
He answered them: he that made me whole sayde vnto me: take vp thy beed and get the hence.
12 Ἠρώτησαν αὐτόν, “Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ‘Ἆρον καὶ περιπάτει’;”
Then axed they him: what man is that which sayde vnto the take vp thy beed and walke.
13 Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ ˚Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.
And he yt was healed wist not who it was. For Iesus had gotte him selfe awaye be cause yt ther was preace of people in ye place.
14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ˚Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, “Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.”
And after that Iesus founde him in the teple and sayd vnto him: beholde thou arte made whole synne no moore lest a worsse thinge happe vnto the.
15 Ἀπῆλθεν ὁ ἄνθρωπος, καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
The man departed and tolde ye Iewes that yt was Iesus whiche had made him whole.
16 Καὶ διὰ τοῦτο, ἐδίωκον οἱ Ἰουδαῖοι τὸν ˚Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν Σαββάτῳ.
And therfore the Iewes dyd persecute Iesus and sought the meanes to slee him because he had done these thinges on the Saboth daye.
17 Ὁ δὲ ἀπεκρίνατο αὐτοῖς, “Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.”
And Iesus answered them: my father worketh hidder to and I worke.
18 Διὰ τοῦτο οὖν, μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν ˚Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ ˚Θεῷ.
Therfore the Iewes sought the moare to kill him not only because he had broken the Saboth: but sayde also that God was his father and made him selfe equall with God.
19 Ἀπεκρίνατο οὖν ὁ ˚Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
Then answered Iesus and sayde vnto them: verely verely I saye vnto you: the sonne can do no thinge of him selfe but that he seeth ye father do. For whatsoever he doeth yt doeth the sonne also.
20 Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
For the father loveth ye sonne and sheweth him all thinges whatsoever he him selfe doeth. And he will shewe him greter workes then these because ye shoulde marvayle.
21 Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς, οὓς θέλει ζῳοποιεῖ.
For lykwyse as the father rayseth vp ye deed and quickeneth them even so the sonne quyckeneth whom he will.
22 Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ,
Nether iudgeth ye father eny ma: but hath comitted all iudgemet vnto the sonne
23 ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὸν πέμψαντα αὐτόν.
because that all men shuld honoure the sonne eve as they honoure the father. He that honoureth not ye sonne the same honoureth not the father which hath sent him.
24 Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. (aiōnios )
Verely verely I saye vnto you: He that heareth my wordes and beleveth on him that sent me hath everlastinge lyfe and shall not come into damnacion: but is scaped fro deth vnto lyfe. (aiōnios )
25 Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ˚Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσουσιν.
Verely verely I saye vnto you: the tyme shall come and now is when the deed shall heare the voyce of the sonne of God. And they yt heare shall live.
26 Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ·
For as the father hath life in him silfe: so lyke wyse hath he geven to ye sonne to have lyfe in him silfe:
27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς Ἀνθρώπου ἐστίν.
and hath geven him power also to iudge in that he is the sonne of man.
28 Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ,
Marvayle not at this ye houre shall come in the which all yt are in the graves shall heare his voice
29 καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.
and shall come forthe: they that have done good vnto the resurreccion of lyfe: and they that have done evyll vnto the resurreccion of dampnacion.
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
I can of myne awne selfe do nothinge at all. As I heare I iudge and my iudgemet is iust because I seke not myne awne will but the will of ye father which hath sent me.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.
Yf I beare witnes of my selfe my witnes is not true.
32 Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
Ther is a nother that beareth witnes of me and I am sure that the witnes whiche he beareth of me is true.
33 Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ.
Ye sent vnto Iohn and he bare witnes vnto the truthe.
34 Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε.
But I receave not the recorde of man. Neverthelesse these thinges I saye that ye might be safe.
35 Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
He was a burninge and a shyninge light and ye wolde for a season have reioysed in his light.
36 Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζων τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκεν.
But I have greater witnes then the witnes of Iohn. For ye workes which ye father hath geve me to fynisshe: the same workes which I do beare witnes of me that ye father sent me.
37 Καὶ ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε.
And the father him silfe which hath sent me beareth witnes of me. Ye have not hearde his voyce at eny tyme nor ye have sene his shape:
38 Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.
therto his wordes have ye not abydinge in you. For whome he hath sent: him ye beleve not.
39 Ἐραυνᾶτε τὰς Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· (aiōnios )
Searche the scriptures for in them ye thinke ye have eternall lyfe: and they are they which testify of me. (aiōnios )
40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε.
And yet will ye not come to me that ye might have lyfe.
41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,
I receave not prayse of men.
42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ ˚Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
But I knowe you that ye have not the love of God in you
43 Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.
I am come in my fathers name and ye receave me not. Yf another shall come in his awne name him will ye receave.
44 Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου ˚Θεοῦ, οὐ ζητεῖτε;
How can ye beleve which receave honoure one of another and seke not the honoure that commeth of God only?
45 Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
Doo not thinke that I wyll accuse you to my father. Ther is one that accuseth you eve Moses in whom ye trust.
46 Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
For had ye beleved Moses ye wold have beleved me: for he wrote of me.
47 Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;”
But now ye beleve not his writinge: how shall ye beleve my wordes.