< Κατα Ιωαννην 4 >
1 Ὡς οὖν ἔγνω ὁ ˚Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι ˚Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης
When therefore the Lord knew that the Pharisees had heard that Jesus was making and immersing more disciples than John
2 (καίτοιγε ˚Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ),
(although Jesus himself did not immerse, but his disciples),
3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
he left Judea, and departed into Galilee.
4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
And it was necessary for him to pass through Samaria.
5 Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ, τῷ υἱῷ αὐτοῦ·
So he comes to a city of Samaria, called Sychar, near the place that Jacob gave to his son Joseph.
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν ˚Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡς ἕκτη.
And Jacob's well was there. Jesus therefore being wearied from the journey, thus was sitting on the well. It was about the sixth hour.
7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Δός μοι πεῖν”·
A woman of Samaria comes to draw water. Jesus says to her, Give me to drink.
8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.
For his disciples had gone away into the city so that they might buy food.
9 Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, “Πῶς σὺ Ἰουδαῖος ὢν, παρʼ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης;” Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
The Samaritan woman therefore says to him, How do thou, being Jewish, ask to drink from me, being a Samaritan woman, for Jews do not associate with Samaritans?
10 Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ ˚Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ‘Δός μοι πεῖν’, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.”
Jesus answered and said to her, If thou had known the gift of God, and who it is who says to thee, Give me to drink, thou would have asked him, and he would have given thee living water.
11 Λέγει αὐτῷ ἡ γυνή, “Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
The woman says to him, Sir, thou have not even a container, and the well is deep. From where then have thou the living water?
12 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;”
Are thou greater than our father Jacob who gave us the well, and drank from it himself, and his sons, and his livestock?
13 Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν·
Jesus answered and said to her, Every man who drinks of this water will thirst again,
14 ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει, εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.” (aiōn , aiōnios )
but whoever drinks of the water that I will give him will, no, not thirst into the age. But the water that I will give him will become in him a well of water springing up to eternal life. (aiōn , aiōnios )
15 Λέγει πρὸς αὐτὸν ἡ γυνή, “Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ διέρχομαι ἐνθάδε ἀντλεῖν.”
The woman says to him, Give me this water, sir, that I may not thirst, nor come here to draw out.
16 Λέγει αὐτῇ, “Ὕπαγε, φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.”
Jesus says to her, Go, call thy husband, and come here.
17 Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, “Οὐκ ἔχω ἄνδρα.” Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Καλῶς εἶπας, ὅτι ‘Ἄνδρα οὐκ ἔχω’·
The woman answered and said to him, I have no husband. Jesus says to her, Thou said correctly, I have no husband.
18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.”
For thou have had five husbands, and he whom thou now have is not thy husband. This thou have said true.
19 Λέγει αὐτῷ ἡ γυνή, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
The woman says to him, Sir, I perceive that thou are a prophet.
20 Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.”
Our fathers worshiped on this mountain, and ye say that in Jerusalem is the place where it is necessary to worship.
21 Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, προσκυνήσετε τῷ Πατρί.
Jesus says to her, Woman, believe me, that the hour is coming when neither on this mountain, nor in Jerusalem will ye worship the Father.
22 Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
Ye worship what ye do not know. We worship what we know, because salvation is from the Jews.
23 Ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ, τοὺς προσκυνοῦντας αὐτόν.
But an hour comes, and now is, when the true worshipers will worship the Father in spirit and truth, for also the Father seeks such kind who worship him.
24 ˚Πνεῦμα ὁ ˚Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”
God is Spirit, and those who worship him must worship in spirit and truth.
25 Λέγει αὐτῷ ἡ γυνή, “Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος ‘˚Χριστός’· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.”
The woman says to him, I know that Messiah comes, he who is called Christ. When that man comes he will declare all things to us.
26 Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι, ὁ λαλῶν σοι.”
Jesus says to her, I who speak to thee am the man.
27 Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, “Τί ζητεῖς;” Ἢ, “Τί λαλεῖς μετʼ αὐτῆς;”
And upon this his disciples came. And they marveled that he spoke with the woman, yet no man said, What seek thou? or, Why do thou speak with her?
28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις,
The woman therefore left her water pot, and departed into the city, and says to the men,
29 “Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ ˚Χριστός;”
Come, see a man who told me all, as many things as I did. Is not this the Christ?
30 Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
They went out of the city, and came to him.
31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, “Ῥαββί, φάγε.”
In the meanwhile the disciples asked him, saying, Rabbi, eat.
32 Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.”
But he said to them, I have food to eat that ye know not.
33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, “Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;”
The disciples therefore said to each other, Did any man bring him to eat?
34 Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
Jesus says to them, My food is that I do the will of him who sent me, and may finish his work.
35 Οὐχ ὑμεῖς λέγετε, ὅτι ‘Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται’; Ἰδοὺ, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη.
Do ye not say, There are still four months and the harvest comes? Behold, I say to you, lift up your eyes and see the fields, that they are already white for harvest.
36 Ὁ θερίζων μισθὸν, λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. (aiōnios )
And he who reaps receives a wage and gathers fruit for eternal life, so that both he who sows and he who reaps may rejoice together. (aiōnios )
37 Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς: ὅτι ‘Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων.’
For in this the saying is true, One is who sows, and another who reaps.
38 Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”
I sent you to reap what ye have not labored. Others have labored, and ye have entered into their labor.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι “Εἶπέν μοι πάντα ἃ ἐποίησα.”
And many of the Samaritans from that city believed in him because of the word of the woman, who testified, He told me all, as many things as I did.
40 Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς, καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
So when the Samaritans came to him they asked him to remain with them, and he remained there two days.
41 Καὶ πολλῷ πλείους ἐπίστευσαν, διὰ τὸν λόγον αὐτοῦ,
And many more believed because of his word.
42 τῇ τε γυναικὶ ἔλεγον, ὅτι “Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.”
And they said to the woman, We no longer believe because of thy speaking, for we have heard ourselves, and know that this really is the Savior of the world, the Christ.
43 Μετὰ δὲ τὰς δύο ἡμέρας, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
And after the two days he departed from there and went into Galilee.
44 Αὐτὸς γὰρ ˚Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι, τιμὴν οὐκ ἔχει.
For Jesus himself testified that a prophet has no honor in his own fatherland.
45 Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
So when he came into Galilee, the Galileans received him, having seen all the things that he did in Jerusalem at the feast, for they also went to the feast.
46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
Jesus therefore came again to Cana of Galilee where he made the water wine. And there was a certain nobleman whose son was sick at Capernaum.
47 Οὗτος ἀκούσας ὅτι ˚Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα καταβῇ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
This man having heard that Jesus comes out of Judea into Galilee, he went to him and besought him that he would come down and heal his son, for he was going to die.
48 Εἶπεν οὖν ὁ ˚Ἰησοῦς πρὸς αὐτόν, “Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.”
Jesus therefore said to him, Unless ye may see signs and wonders, ye will, no, not believe.
49 Λέγει πρὸς αὐτὸν ὁ βασιλικός, “Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.”
The nobleman says to him, Sir, come down before my child dies.
50 Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Πορεύου, ὁ υἱός σου ζῇ.” Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ ἐπορεύετο.
Jesus says to him, Go, thy son lives. And the man believed the word that Jesus said to him, and he departed.
51 Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
And as he was now going down, his bondmen met him and reported, saying, Thy boy lives.
52 Ἐπύθετο οὖν τὴν ὥραν παρʼ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν. Εἶπον οὖν αὐτῷ, ὅτι “Ἐχθὲς ὥραν ἑβδόμην, ἀφῆκεν αὐτὸν ὁ πυρετός.”
So he inquired of them the hour in which he fared well. And they said to him, Yesterday at the seventh hour the fever left him.
53 Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ υἱός σου ζῇ”, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
So the father knew that it was at that hour in which Jesus said to him, Thy son lives. And he himself believed and his whole house.
54 Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ˚Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
This again is a second sign that Jesus did, having come out of Judea into Galilee.