< Κατα Ιωαννην 20 >
1 Τῇ δὲ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
七日的第一日清早,天还黑的时候,抹大拉的马利亚来到坟墓那里,看见石头从坟墓挪开了,
2 Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ˚Ἰησοῦς, καὶ λέγει αὐτοῖς, “Ἦραν τὸν ˚Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.”
就跑来见西门·彼得和耶稣所爱的那个门徒,对他们说:“有人把主从坟墓里挪了去,我们不知道放在哪里。”
3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
彼得和那门徒就出来,往坟墓那里去。
4 Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου, καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον.
两个人同跑,那门徒比彼得跑得更快,先到了坟墓,
5 Καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
低头往里看,就见细麻布还放在那里,只是没有进去。
6 Ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
西门·彼得随后也到了,进坟墓里去,就看见细麻布还放在那里,
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
又看见耶稣的裹头巾没有和细麻布放在一处,是另在一处卷着。
8 Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς, ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
先到坟墓的那门徒也进去,看见就信了。(
9 οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
因为他们还不明白圣经的意思,就是耶稣必要从死里复活。)
10 Ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί.
于是两个门徒回自己的住处去了。
11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. Ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον,
马利亚却站在坟墓外面哭。哭的时候,低头往坟墓里看,
12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ˚Ἰησοῦ.
就见两个天使,穿着白衣,在安放耶稣身体的地方坐着,一个在头,一个在脚。
13 Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, “Γύναι, τί κλαίεις;” Λέγει αὐτοῖς, “Ὅτι ἦραν τὸν ˚Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.”
天使对她说:“妇人,你为什么哭?”她说:“因为有人把我主挪了去,我不知道放在哪里。”
14 Ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ˚Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ˚Ἰησοῦς ἐστιν.
说了这话,就转过身来,看见耶稣站在那里,却不知道是耶稣。
15 Λέγει αὐτῇ ˚Ἰησοῦς, “Γύναι, τί κλαίεις; Τίνα ζητεῖς;” Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν, λέγει αὐτῷ, “Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.”
耶稣问她说:“妇人,为什么哭?你找谁呢?”马利亚以为是看园的,就对他说:“先生,若是你把他移了去,请告诉我,你把他放在哪里,我便去取他。”
16 Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Μαριάμ!” Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί, “Ραββουνί” (ὃ λέγεται, “Διδάσκαλε”).
耶稣说:“马利亚。”马利亚就转过来,用希伯来话对他说:“拉波尼!”(拉波尼就是夫子的意思。)
17 Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ‘Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ ˚Θεόν μου, καὶ ˚Θεὸν ὑμῶν.’”
耶稣说:“不要摸我,因我还没有升上去见我的父。你往我弟兄那里去,告诉他们说,我要升上去见我的父,也是你们的父,见我的 神,也是你们的 神。”
18 Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς, ὅτι “Ἑώρακα τὸν ˚Κύριον”, καὶ ταῦτα εἶπεν αὐτῇ.
抹大拉的马利亚就去告诉门徒说:“我已经看见了主。”她又将主对她说的这话告诉他们。
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ ˚Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, “Εἰρήνη ὑμῖν.”
那日(就是七日的第一日)晚上,门徒所在的地方,因怕犹太人,门都关了。耶稣来,站在当中,对他们说:“愿你们平安!”
20 Καὶ τοῦτο εἰπὼν, ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. Ἐχάρησαν οὖν οἱ μαθηταὶ, ἰδόντες τὸν ˚Κύριον.
说了这话,就把手和肋旁指给他们看。门徒看见主,就喜乐了。
21 Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς πάλιν, “Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.”
耶稣又对他们说:“愿你们平安!父怎样差遣了我,我也照样差遣你们。”
22 Καὶ τοῦτο εἰπὼν, ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, “Λάβετε ˚Πνεῦμα Ἅγιον.
说了这话,就向他们吹一口气,说:“你们受圣灵!
23 Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.”
你们赦免谁的罪,谁的罪就赦免了;你们留下谁的罪,谁的罪就留下了。”
24 Θωμᾶς δὲ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ἦλθεν ˚Ἰησοῦς.
那十二个门徒中,有称为低土马的多马;耶稣来的时候,他没有和他们同在。
25 Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, “Ἑωράκαμεν τὸν ˚Κύριον.” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω μου τὴν χεῖραν εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.”
那些门徒就对他说:“我们已经看见主了。”多马却说:“我非看见他手上的钉痕,用指头探入那钉痕,又用手探入他的肋旁,我总不信。”
26 Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετʼ αὐτῶν. Ἔρχεται ὁ ˚Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν, “Εἰρήνη ὑμῖν.”
过了八日,门徒又在屋里,多马也和他们同在,门都关了。耶稣来,站在当中说:“愿你们平安!”
27 Εἶτα λέγει τῷ Θωμᾷ, “Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.”
就对多马说:“伸过你的指头来,摸我的手;伸出你的手来,探入我的肋旁。不要疑惑,总要信!”
28 Ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, “Ὁ ˚Κύριός μου καὶ ὁ ˚Θεός μου!”
多马说:“我的主!我的 神!”
29 Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.”
耶稣对他说:“你因看见了我才信;那没有看见就信的有福了。”
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ˚Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
耶稣在门徒面前另外行了许多神迹,没有记在这书上。
31 Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύητε ὅτι ˚Ἰησοῦς ἐστιν ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ ˚Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
但记这些事要叫你们信耶稣是基督,是 神的儿子,并且叫你们信了他,就可以因他的名得生命。