< Κατα Ιωαννην 2 >

1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ ˚Ἰησοῦ ἐκεῖ.
And the third day there was a wedding in Cana of Galilee, and the mother of Jesus was there.
2 Ἐκλήθη δὲ καὶ ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
Now Jesus also was invited, with his disciples, to the wedding.
3 Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ ˚Ἰησοῦ πρὸς αὐτόν, “Οἶνον οὐκ ἔχουσιν.”
And when the wine ran out, Jesus' mother said to him, "They have no wine."
4 Καὶ λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.”
Jesus said to her, "Woman, what does that have to do with you and me? My hour has not yet come."
5 Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, “Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.”
His mother said to the servants, "Whatever he says to you, do it."
6 Ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
Now there were six stone water jars set there after the Jewish manner of purifying, containing two or three metretes apiece.
7 Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Γεμίσατε τὰς ὑδρίας ὕδατος.” Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
Jesus said to them, "Fill the water jars with water." They filled them up to the brim.
8 Καὶ λέγει αὐτοῖς, “Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.” Οἱ δὲ ἤνεγκαν.
He said to them, "Now draw some out, and take it to the ruler of the feast." So they took it.
9 Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
When the ruler of the feast tasted the water now become wine, and did not know where it came from (but the servants who had drawn the water knew), the ruler of the feast called the bridegroom,
10 καὶ λέγει αὐτῷ, “Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.”
and said to him, "Everyone serves the good wine first, and when the guests have drunk freely, then that which is worse. You have kept the good wine until now."
11 Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ ˚Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
This beginning of his signs Jesus did in Cana of Galilee, and revealed his glory; and his disciples believed in him.
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
After this, he went down to Capernaum, he, and his mother and brothers, and his disciples; and they stayed there a few days.
13 Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ ˚Ἰησοῦς.
The Jewish Passover was near, and Jesus went up to Jerusalem.
14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους.
And he found in the temple those who sold oxen, sheep, and doves, and the money changers sitting.
15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα, καὶ τὰς τραπέζας ἀνέτρεψεν.
And he made a whip of cords, and threw all out of the temple, both the sheep and the oxen; and he poured out the changers' money, and overthrew their tables.
16 Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, “Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.”
To those who sold the doves, he said, "Take these things out of here. Do not make my Father's house a marketplace."
17 Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, “Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.”
His disciples remembered that it was written, "Zeal for your house will consume me."
18 Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, “Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;”
The Jewish leaders therefore answered him, "What sign do you show us, seeing that you do these things?"
19 Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.”
Jesus answered them, "Destroy this temple, and in three days I will raise it up."
20 Εἶπαν οὖν οἱ Ἰουδαῖοι, “Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;”
The Jewish leaders therefore said, "It has taken forty-six years to build this temple, and will you raise it up in three days?"
21 Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
But he spoke of the temple of his body.
22 Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ Γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ ˚Ἰησοῦς.
When therefore he was raised from the dead, his disciples remembered that he said this, and they believed the Scripture, and the word which Jesus had said.
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
Now when he was in Jerusalem at the Passover, during the feast, many believed in his name, after seeing his signs which he did.
24 Αὐτὸς δὲ ˚Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας.
But Jesus did not trust himself to them, because he knew everyone,
25 Καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
and because he did not need anyone to testify concerning man; for he himself knew what was in man.

< Κατα Ιωαννην 2 >