< Κατα Ιωαννην 18 >
1 Ταῦτα εἰπὼν, ˚Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
When Jesus had spoken these words, he went out with his disciples over the brook Kidron, where there was a garden, into which he and his disciples entered.
2 ἬΙδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἐκεῖ
Now Judas, who betrayed him, also knew the place, for Jesus often met there with his disciples.
3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν, καὶ λαμπάδων, καὶ ὅπλων.
Judas then, having taken a detachment of soldiers and officers from the chief priests and the Pharisees, came there with lanterns, torches, and weapons.
4 ˚Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς, “Τίνα ζητεῖτε;”
Jesus therefore, knowing all the things that were happening to him, went out and said to them, “Who are you looking for?”
5 Ἀπεκρίθησαν αὐτῷ, “˚Ἰησοῦν τὸν Ναζωραῖον.” Λέγει αὐτοῖς, “Ἐγώ εἰμι.” ˚Ἰησοῦς εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, μετʼ αὐτῶν.
They answered him, “Jesus of Nazareth.” Jesus said to them, “I am he.” Judas also, who betrayed him, was standing with them.
6 Ὡς οὖν εἶπεν αὐτοῖς, “Ἐγώ εἰμι”, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
When therefore he said to them, “I am he,” they went backward and fell to the ground.
7 Πάλιν οὖν ἐπηρώτησεν αὐτούς, “Τίνα ζητεῖτε;” Οἱ δὲ εἶπον, “˚Ἰησοῦν τὸν Ναζωραῖον.”
Again therefore he asked them, “Who are you looking for?” They said, “Jesus of Nazareth.”
8 Ἀπεκρίθη ˚Ἰησοῦς, “Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν”·
Jesus answered, “I told you that I am he. If therefore you seek me, let these go their way,”
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι “Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.”
that the word might be fulfilled which he spoke, “Of those whom you have given me, I have lost none.”
10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Simon Peter therefore, having a sword, drew it, struck the high priest’s servant, and cut off his right ear. The servant’s name was Malchus.
11 Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό;”
Jesus therefore said to Peter, “Put the sword into its sheath. The cup which the Father has given me, shall I not surely drink it?”
12 Ἡ οὖν σπεῖρα, καὶ ὁ χιλίαρχος, καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων, συνέλαβον τὸν ˚Ἰησοῦν καὶ ἔδησαν αὐτὸν.
So the detachment, the commanding officer, and the officers of the Jews seized Jesus and bound him,
13 Καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
and led him to Annas first, for he was father-in-law to Caiaphas, who was high priest that year.
14 Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
Now it was Caiaphas who advised the Jews that it was expedient that one man should perish for the people.
15 Ἠκολούθει δὲ τῷ ˚Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ ˚Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
Simon Peter followed Jesus, as did another disciple. Now that disciple was known to the high priest, and entered in with Jesus into the court of the high priest;
16 Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
but Peter was standing at the door outside. So the other disciple, who was known to the high priest, went out and spoke to her who kept the door, and brought in Peter.
17 Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;” Λέγει ἐκεῖνος, “Οὐκ εἰμί.”
Then the maid who kept the door said to Peter, “Are you also one of this man’s disciples?” He said, “I am not.”
18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
Now the servants and the officers were standing there, having made a fire of coals, for it was cold. They were warming themselves. Peter was with them, standing and warming himself.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ˚Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
The high priest therefore asked Jesus about his disciples and about his teaching.
20 Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Jesus answered him, “I spoke openly to the world. I always taught in synagogues and in the temple, where the Jews always meet. I said nothing in secret.
21 Τί με ἐρωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.”
Why do you ask me? Ask those who have heard me what I said to them. Behold, they know the things which I said.”
22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ ˚Ἰησοῦ εἰπών, “Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;”
When he had said this, one of the officers standing by slapped Jesus with his hand, saying, “Do you answer the high priest like that?”
23 Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;”
Jesus answered him, “If I have spoken evil, testify of the evil; but if well, why do you beat me?”
24 Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας, δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
Annas sent him bound to Caiaphas, the high priest.
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;” Ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, “Οὐκ εἰμί.”
Now Simon Peter was standing and warming himself. They said therefore to him, “You are not also one of his disciples, are you?” He denied it and said, “I am not.”
26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, “Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ;”
One of the servants of the high priest, being a relative of him whose ear Peter had cut off, said, “Did not I see you in the garden with him?”
27 Πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Peter therefore denied it again, and immediately the rooster crowed.
28 Ἄγουσιν οὖν τὸν ˚Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν τὸ Πάσχα.
They led Jesus therefore from Caiaphas into the Praetorium. It was early, and they themselves did not enter into the Praetorium, that they might not be defiled, but might eat the Passover.
29 Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, “Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;”
Pilate therefore went out to them and said, “What accusation do you bring against this man?”
30 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.”
They answered him, “If this man were not an evildoer, we would not have delivered him up to you.”
31 Εἶπεν οὖν αὐτοῖς Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν, κρίνατε αὐτόν.” Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα”·
Pilate therefore said to them, “Take him yourselves, and judge him according to your law.” Therefore the Jews said to him, “It is illegal for us to put anyone to death,”
32 ἵνα ὁ λόγος τοῦ ˚Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
that the word of Jesus might be fulfilled, which he spoke, signifying by what kind of death he should die.
33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος, καὶ ἐφώνησεν τὸν ˚Ἰησοῦν καὶ εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;”
Pilate therefore entered again into the Praetorium, called Jesus, and said to him, “Are you the King of the Jews?”
34 Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;”
Jesus answered him, “Do you say this by yourself, or did others tell you about me?”
35 Ἀπεκρίθη ὁ Πιλᾶτος, “Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;”
Pilate answered, “I am not a Jew, am I? Your own nation and the chief priests delivered you to me. What have you done?”
36 Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.”
Jesus answered, “My Kingdom is not of this world. If my Kingdom were of this world, then my servants would fight, that I would not be delivered to the Jews. But now my Kingdom is not from here.”
37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, “Οὐκοῦν βασιλεὺς εἶ σύ;” Ἀπεκρίθη ὁ ˚Ἰησοῦς, “Σὺ λέγεις ὅτι βασιλεύς εἰμι Ἐγὼ. εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.”
Pilate therefore said to him, “Are you a king then?” Jesus answered, “You say that I am a king. For this reason I have been born, and for this reason I have come into the world, that I should testify to the truth. Everyone who is of the truth listens to my voice.”
38 Λέγει αὐτῷ ὁ Πιλᾶτος, “Τί ἐστιν ἀλήθεια;” Καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, “Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Pilate said to him, “What is truth?” When he had said this, he went out again to the Jews, and said to them, “I find no basis for a charge against him.
39 Ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ Πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;”
But you have a custom that I should release someone to you at the Passover. Therefore, do you want me to release to you the King of the Jews?”
40 Ἐκραύγασαν οὖν πάλιν λέγοντες, “Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν!” Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
Then they all shouted again, saying, “Not this man, but Barabbas!” Now Barabbas was a robber.