< Κατα Ιωαννην 11 >
1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας, καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
有一个患病的人,名叫拉撒路,住在伯大尼,就是马利亚和她姊姊马大的村庄。
2 Ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν ˚Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
这马利亚就是那用香膏抹主,又用头发擦他脚的;患病的拉撒路是她的兄弟。
3 Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, “˚Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.”
她姊妹两个就打发人去见耶稣,说:“主啊,你所爱的人病了。”
4 Ἀκούσας δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον, ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ ˚Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ˚Θεοῦ διʼ αὐτῆς.”
耶稣听见,就说:“这病不至于死,乃是为 神的荣耀,叫 神的儿子因此得荣耀。”
5 Ἠγάπα δὲ ὁ ˚Ἰησοῦς τὴν Μάρθαν, καὶ τὴν ἀδελφὴν αὐτῆς, καὶ τὸν Λάζαρον.
耶稣素来爱马大和她妹子并拉撒路。
6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.
听见拉撒路病了,就在所居之地仍住了两天。
7 Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, “Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.”
然后对门徒说:“我们再往犹太去吧。”
8 Λέγουσιν αὐτῷ οἱ μαθηταί, “Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;”
门徒说:“拉比,犹太人近来要拿石头打你,你还往那里去吗?”
9 Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.
耶稣回答说:“白日不是有十二小时吗?人在白日走路,就不至跌倒,因为看见这世上的光。
10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.”
若在黑夜走路,就必跌倒,因为他没有光。”
11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, “Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν.”
耶稣说了这话,随后对他们说:“我们的朋友拉撒路睡了,我去叫醒他。”
12 Εἶπον οὖν οἱ μαθηταὶ αὐτῷ, “˚Κύριε, εἰ κεκοίμηται σωθήσεται.”
门徒说:“主啊,他若睡了,就必好了。”
13 Εἰρήκει δὲ ὁ ˚Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. Ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
耶稣这话是指着他死说的,他们却以为是说照常睡了。
14 Τότε οὖν εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς παρρησίᾳ, “Λάζαρος ἀπέθανεν,
耶稣就明明地告诉他们说:“拉撒路死了。
15 καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.”
我没有在那里就欢喜,这是为你们的缘故,好叫你们相信。如今我们可以往他那里去吧。”
16 Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς, “Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.”
多马,又称为低土马,就对那同作门徒的说:“我们也去和他同死吧。”
17 Ἐλθὼν οὖν, ὁ ˚Ἰησοῦς εὗρεν αὐτὸν, τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
耶稣到了,就知道拉撒路在坟墓里已经四天了。
18 Ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε.
伯大尼离耶路撒冷不远,约有六里路。
19 Πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
有好些犹太人来看马大和马利亚,要为她们的兄弟安慰她们。
20 Ἡ οὖν Μάρθα ὡς, ἤκουσεν ὅτι ˚Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
马大听见耶稣来了,就出去迎接他;马利亚却仍然坐在家里。
21 Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν ˚Ἰησοῦν, “˚Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου.
马大对耶稣说:“主啊,你若早在这里,我兄弟必不死。
22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν ˚Θεὸν, δώσει σοι ὁ ˚Θεός.”
就是现在,我也知道,你无论向 神求什么, 神也必赐给你。”
23 Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἀναστήσεται ὁ ἀδελφός σου.”
耶稣说:“你兄弟必然复活。”
24 Λέγει αὐτῷ Μάρθα, “Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.”
马大说:“我知道在末日复活的时候,他必复活。”
25 Εἶπεν αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται,
耶稣对她说:“复活在我,生命也在我。信我的人虽然死了,也必复活;
26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;” (aiōn )
凡活着信我的人必永远不死。你信这话吗?” (aiōn )
27 Λέγει αὐτῷ, “Ναί, ˚Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.”
马大说:“主啊,是的,我信你是基督,是 神的儿子,就是那要临到世界的。”
28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν, καὶ ἐφώνησεν Μαριὰμ, τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, εἰποῦσα, “Ὁ διδάσκαλος πάρεστιν, καὶ φωνεῖ σε.”
马大说了这话,就回去暗暗地叫她妹子马利亚,说:“夫子来了,叫你。”
29 Ἐκείνη δὲ ὡς ἤκουσεν, ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν.
马利亚听见了,就急忙起来,到耶稣那里去。
30 Οὔπω δὲ ἐληλύθει ὁ ˚Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
那时,耶稣还没有进村子,仍在马大迎接他的地方。
31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ.
那些同马利亚在家里安慰她的犹太人,见她急忙起来出去,就跟着她,以为她要往坟墓那里去哭。
32 Ἡ οὖν Μαριὰμ, ὡς ἦλθεν ὅπου ἦν ˚Ἰησοῦς, ἰδοῦσα αὐτὸν, ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ, ˚Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
马利亚到了耶稣那里,看见他,就俯伏在他脚前,说:“主啊,你若早在这里,我兄弟必不死。”
33 ˚Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν.
耶稣看见她哭,并看见与她同来的犹太人也哭,就心里悲叹,又甚忧愁,
34 Καὶ εἶπεν, “Ποῦ τεθείκατε αὐτόν;” Λέγουσιν αὐτῷ, “˚Κύριε, ἔρχου καὶ ἴδε.”
便说:“你们把他安放在哪里?”他们回答说:“请主来看。”
36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, “Ἴδε, πῶς ἐφίλει αὐτόν!”
犹太人就说:“你看他爱这人是何等恳切。”
37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, “Οὐκ ἐδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;”
其中有人说:“他既然开了瞎子的眼睛,岂不能叫这人不死吗?”
38 ˚Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ.
耶稣又心里悲叹,来到坟墓前;那坟墓是个洞,有一块石头挡着。
39 Λέγει ὁ ˚Ἰησοῦς, “Ἄρατε τὸν λίθον.” Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα, “˚Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.”
耶稣说:“你们把石头挪开。”那死人的姊姊马大对他说:“主啊,他现在必是臭了,因为他死了已经四天了。”
40 Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ ˚Θεοῦ;”
耶稣说:“我不是对你说过,你若信,就必看见 神的荣耀吗?”
41 Ἦραν οὖν τὸν λίθον. Ὁ δὲ ˚Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπεν, “Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
他们就把石头挪开。耶稣举目望天,说:“父啊,我感谢你,因为你已经听我。
42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα, εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.”
我也知道你常听我,但我说这话是为周围站着的众人,叫他们信是你差了我来。”
43 Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, “Λάζαρε, δεῦρο ἔξω.”
说了这话,就大声呼叫说:“拉撒路出来!”
44 Ἐξῆλθεν ὁ τεθνηκὼς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.”
那死人就出来了,手脚裹着布,脸上包着手巾。耶稣对他们说:“解开,叫他走!”
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ, καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν.
那些来看马利亚的犹太人见了耶稣所做的事,就多有信他的;
46 Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ˚Ἰησοῦς.
但其中也有去见法利赛人的,将耶稣所做的事告诉他们。
47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι Συνέδριον, καὶ ἔλεγον, “Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
祭司长和法利赛人聚集公会,说:“这人行好些神迹,我们怎么办呢?
48 Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.”
若这样由着他,人人都要信他,罗马人也要来夺我们的地土和我们的百姓。”
49 Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, “Ὑμεῖς οὐκ οἴδατε οὐδέν!
内中有一个人,名叫该亚法,本年作大祭司,对他们说:“你们不知道什么。
50 Οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.”
独不想一个人替百姓死,免得通国灭亡,就是你们的益处。”
51 Τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, ἐπροφήτευσεν ὅτι ἤμελλεν ˚Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
他这话不是出于自己,是因他本年作大祭司,所以预言耶稣将要替这一国死;
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ ˚Θεοῦ, τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
也不但替这一国死,并要将 神四散的子民都聚集归一。
53 Ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας, ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
从那日起,他们就商议要杀耶稣
54 Ὁ οὖν ˚Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
所以,耶稣不再显然行在犹太人中间,就离开那里往靠近旷野的地方去,到了一座城,名叫以法莲,就在那里和门徒同住。
55 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.
犹太人的逾越节近了,有许多人从乡下上耶路撒冷去,要在节前洁净自己。
56 Ἐζήτουν οὖν τὸν ˚Ἰησοῦν, καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, “Τί δοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;”
他们就寻找耶稣,站在殿里彼此说:“你们的意思如何,他不来过节吗?”
57 Δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
那时,祭司长和法利赛人早已吩咐说,若有人知道耶稣在哪里,就要报明,好去拿他。