< Ιακωβου 3 >
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα.
हे मम भ्रातरः, शिक्षकैरस्माभि र्गुरुतरदण्डो लप्स्यत इति ज्ञात्वा यूयम् अनेके शिक्षका मा भवत।
2 Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
यतः सर्व्वे वयं बहुविषयेषु स्खलामः, यः कश्चिद् वाक्ये न स्खलति स सिद्धपुरुषः कृत्स्नं वशीकर्त्तुं समर्थश्चास्ति।
3 Εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν, εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
पश्यत वयम् अश्वान् वशीकर्त्तुं तेषां वक्त्रेषु खलीनान् निधाय तेषां कृत्स्नं शरीरम् अनुवर्त्तयामः।
4 Ἰδοὺ, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται.
पश्यत ये पोता अतीव बृहदाकाराः प्रचण्डवातैश्च चालितास्तेऽपि कर्णधारस्य मनोऽभिमताद् अतिक्षुद्रेण कर्णेन वाञ्छितं स्थानं प्रत्यनुवर्त्तन्ते।
5 Οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν, καὶ μεγάλα αὐχεῖ. Ἰδοὺ, ἡλίκον πῦρ, ἡλίκην ὕλην ἀνάπτει.
तद्वद् रसनापि क्षुद्रतराङ्गं सन्ती दर्पवाक्यानि भाषते। पश्य कीदृङ्महारण्यं दह्यते ऽल्पेन वह्निना।
6 Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς Γεέννης. (Geenna )
रसनापि भवेद् वह्निरधर्म्मरूपपिष्टपे। अस्मदङ्गेषु रसना तादृशं सन्तिष्ठति सा कृत्स्नं देहं कलङ्कयति सृष्टिरथस्य चक्रं प्रज्वलयति नरकानलेन ज्वलति च। (Geenna )
7 Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·
पशुपक्ष्युरोगजलचराणां सर्व्वेषां स्वभावो दमयितुं शक्यते मानुषिकस्वभावेन दमयाञ्चक्रे च।
8 τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων, ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
किन्तु मानवानां केनापि जिह्वा दमयितुं न शक्यते सा न निवार्य्यम् अनिष्टं हलाहलविषेण पूर्णा च।
9 Ἐν αὐτῇ εὐλογοῦμεν τὸν ˚Κύριον καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθʼ ὁμοίωσιν ˚Θεοῦ γεγονότας.
तया वयं पितरम् ईश्वरं धन्यं वदामः, तया चेश्वरस्य सादृश्ये सृष्टान् मानवान् शपामः।
10 Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι.
एकस्माद् वदनाद् धन्यवादशापौ निर्गच्छतः। हे मम भ्रातरः, एतादृशं न कर्त्तव्यं।
11 Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
प्रस्रवणः किम् एकस्मात् छिद्रात् मिष्टं तिक्तञ्च तोयं निर्गमयति?
12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; Οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
हे मम भ्रातरः, उडुम्बरतरुः किं जितफलानि द्राक्षालता वा किम् उडुम्बरफलानि फलितुं शक्नोति? तद्वद् एकः प्रस्रवणो लवणमिष्टे तोये निर्गमयितुं न शक्नोति।
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
युष्माकं मध्ये ज्ञानी सुबोधश्च क आस्ते? तस्य कर्म्माणि ज्ञानमूलकमृदुतायुक्तानीति सदाचारात् स प्रमाणयतु।
14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε, καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
किन्तु युष्मदन्तःकरणमध्ये यदि तिक्तेर्ष्या विवादेच्छा च विद्यते तर्हि सत्यमतस्य विरुद्धं न श्लाघध्वं नचानृतं कथयत।
15 Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης.
तादृशं ज्ञानम् ऊर्द्ध्वाद् आगतं नहि किन्तु पार्थिवं शरीरि भौतिकञ्च।
16 Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
यतो हेतोरीर्ष्या विवादेच्छा च यत्र वेद्येते तत्रैव कलहः सर्व्वं दुष्कृतञ्च विद्यते।
17 Ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.
किन्तूर्द्ध्वाद् आगतं यत् ज्ञानं तत् प्रथमं शुचि ततः परं शान्तं क्षान्तम् आशुसन्धेयं दयादिसत्फलैः परिपूर्णम् असन्दिग्धं निष्कपटञ्च भवति।
18 Καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται, τοῖς ποιοῦσιν εἰρήνην.
शान्त्याचारिभिः शान्त्या धर्म्मफलं रोप्यते।