< Ιακωβου 2 >

1 Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τῆς δόξης.
αδελφοι μου μη εν προσωποληψιαισ εχετε την πιστιν του κυριου ημων ιησου χριστου τησ δοξησ
2 Ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν, ἀνὴρ χρυσοδακτύλιος, ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς, ἐν ῥυπαρᾷ ἐσθῆτι,
εαν γαρ εισελθη εισ την συναγωγην υμων ανηρ χρυσοδακτυλιοσ εν εσθητι λαμπρα εισελθη δε και πτωχοσ εν ρυπαρα εσθητι
3 ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε, “Σὺ κάθου ὧδε καλῶς”, καὶ τῷ πτωχῷ εἴπητε, “Σὺ στῆθι ἐκεῖ”, ἢ, “Κάθου ὑπὸ τὸ ὑποπόδιόν μου”,
και επιβλεψητε επι τον φορουντα την εσθητα την λαμπραν και ειπητε αυτω συ καθου ωδε καλωσ και τω πτωχω ειπητε συ στηθι εκει η καθου ωδε υπο το υποποδιον μου
4 οὐ διεκρίθητε ἐν ἑαυτοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
και ου διεκριθητε εν εαυτοισ και εγενεσθε κριται διαλογισμων πονηρων
5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ ˚Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
ακουσατε αδελφοι μου αγαπητοι ουχ ο θεοσ εξελεξατο τουσ πτωχουσ του κοσμου πλουσιουσ εν πιστει και κληρονομουσ τησ βασιλειασ ησ επηγγειλατο τοισ αγαπωσιν αυτον
6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
υμεισ δε ητιμασατε τον πτωχον ουχ οι πλουσιοι καταδυναστευουσιν υμων και αυτοι ελκουσιν υμασ εισ κριτηρια
7 Οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
ουκ αυτοι βλασφημουσιν το καλον ονομα το επικληθεν εφ υμασ
8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν Γραφήν, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν”, καλῶς ποιεῖτε.
ει μεντοι νομον τελειτε βασιλικον κατα την γραφην αγαπησεισ τον πλησιον σου ωσ σεαυτον καλωσ ποιειτε
9 Εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
ει δε προσωποληπτειτε αμαρτιαν εργαζεσθε ελεγχομενοι υπο του νομου ωσ παραβαται
10 Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
οστισ γαρ ολον τον νομον τηρησει πταισει δε εν ενι γεγονεν παντων ενοχοσ
11 Ὁ γὰρ εἰπών, “Μὴ μοιχεύσῃς”, εἶπεν καί, “Μὴ φονεύσῃς.” Εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου.
ο γαρ ειπων μη μοιχευσεισ ειπεν και μη φονευσεισ ει δε ου μοιχευσεισ φονευσεισ δε γεγονασ παραβατησ νομου
12 Οὕτως λαλεῖτε, καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
ουτωσ λαλειτε και ουτωσ ποιειτε ωσ δια νομου ελευθεριασ μελλοντεσ κρινεσθαι
13 Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος. Κατακαυχᾶται ἔλεος κρίσεως.
η γαρ κρισισ ανελεοσ τω μη ποιησαντι ελεοσ κατακαυχαται ελεον κρισεωσ
14 Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις, ἔχειν ἔργα, δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
τι το οφελοσ αδελφοι μου εαν πιστιν λεγη τισ εχειν εργα δε μη εχη μη δυναται η πιστισ σωσαι αυτον
15 Ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν, καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς,
εαν δε αδελφοσ η αδελφη γυμνοι υπαρχωσιν και λειπομενοι ωσιν τησ εφημερου τροφησ
16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, “Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε”, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος;
ειπη δε τισ αυτοισ εξ υμων υπαγετε εν ειρηνη θερμαινεσθε και χορταζεσθε μη δωτε δε αυτοισ τα επιτηδεια του σωματοσ τι το οφελοσ
17 Οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθʼ ἑαυτήν.
ουτωσ και η πιστισ εαν μη εργα εχη νεκρα εστιν καθ εαυτην
18 Ἀλλʼ ἐρεῖ τις, “Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω. Δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν.”
αλλ ερει τισ συ πιστιν εχεισ καγω εργα εχω δειξον μοι την πιστιν σου εκ των εργων σου καγω δειξω σοι εκ των εργων μου την πιστιν μου
19 Σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ ˚Θεός. Καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
συ πιστευεισ οτι ο θεοσ εισ εστιν καλωσ ποιεισ και τα δαιμονια πιστευουσιν και φρισσουσιν
20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;
θελεισ δε γνωναι ω ανθρωπε κενε οτι η πιστισ χωρισ των εργων νεκρα εστιν
21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
αβρααμ ο πατηρ ημων ουκ εξ εργων εδικαιωθη ανενεγκασ ισαακ τον υιον αυτου επι το θυσιαστηριον
22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.
βλεπεισ οτι η πιστισ συνηργει τοισ εργοισ αυτου και εκ των εργων η πιστισ ετελειωθη
23 Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, “Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ ˚Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”, καὶ φίλος ˚Θεοῦ ἐκλήθη.
και επληρωθη η γραφη η λεγουσα επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εισ δικαιοσυνην και φιλοσ θεου εκληθη
24 Ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον.
ορατε τοινυν οτι εξ εργων δικαιουται ανθρωποσ και ουκ εκ πιστεωσ μονον
25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
ομοιωσ δε και ρααβ η πορνη ουκ εξ εργων εδικαιωθη υποδεξαμενη τουσ αγγελουσ και ετερα οδω εκβαλουσα
26 Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
ωσπερ γαρ το σωμα χωρισ πνευματοσ νεκρον εστιν ουτωσ και η πιστισ χωρισ των εργων νεκρα εστιν

< Ιακωβου 2 >