< Προς Εβραιους 1 >

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι, ὁ ˚Θεὸς, λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
God, who at sundry times, and various ways, spake of old unto the fathers by the prophets, hath in these last days spoken to us by his Son,
2 ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων, ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· (aiōn g165)
whom He hath appointed heir of all things, by whom also He made the worlds. (aiōn g165)
3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν “ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ” τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς.
Who being the refulgence of his glory and the imprest image of his person, and sustaining all things by his powerful word, having by Himself performed the purging away of our sins, sat down at the right hand of the majesty on high.
4 Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς, κεκληρονόμηκεν ὄνομα.
Being as much superior to the angels, as He inheriteth a name more excellent than they.
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, “Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;” Καὶ πάλιν, “Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;”
For to which of the angels did He ever say, "Thou art my Son, this day have I begotten thee?" and again, "I will be to Him a Father, and He shall be to me a Son?"
6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, “Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι ˚Θεοῦ.”
and when He again introduceth the First-born into the world, he saith, "And let all the angels of God worship Him."
7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, “Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα”·
And as to the angels He saith, "Who maketh his angels spirits and his ministers a flame of fire:"
8 πρὸς δὲ τὸν Υἱόν, “Ὁ θρόνος σου, ὁ ˚Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας αὐτοῦ. (aiōn g165)
but to the Son, "Thy throne, O God, is for ever and ever; the sceptre of thy kingdom is a sceptre of righteousness: (aiōn g165)
9 Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο, ἔχρισέν σε ὁ ˚Θεός, ὁ ˚Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
thou lovest righteousness and hatest iniquity; therefore God, even thy God, hath anointed thee with the oil of gladness above thine associates."
10 Καί, “Σὺ κατʼ ἀρχάς, ˚Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.
And in another place, "Thou, Lord, in the beginning hast founded the earth, and the heavens are the works of thy hands:
11 Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
they shall perish, but thou remainest; and they shall all grow old as a garment,
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.”
and as a mantle wilt thou fold them up, and they shall be changed; but thou art the same, and thy years shall not fail."
13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου;”
But to which of the angels hath He ever said, "Sit thou at my right hand, till I make thine enemies thy footstool?"
14 Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Are they not all ministring spirits, sent forth to attend on those who shall be heirs of salvation?

< Προς Εβραιους 1 >