< Προς Εβραιους 7 >

1 Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν,
麦基洗德曾是撒冷王,是至高上帝的祭司。亚伯拉罕战胜众王回来时,麦基洗德曾迎接他,并且给他祝福。
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος “Βασιλεὺς δικαιοσύνης”, ἔπειτα δὲ καὶ “Βασιλεὺς Σαλήμ”, ὅ ἐστιν, “Βασιλεὺς εἰρήνης”,
亚伯拉罕也把自己得来的一切,拿出十分之一来给他。麦基洗德的名字意思为“公正之王”;而撒冷王则是“平安之王”的意思。
3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ ˚Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
关于他的父亲、母亲或族谱,我们不得而知。也不知道他何时生死。就像上帝之子,他永远都是一名祭司。
4 Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ δεκάτην Ἀβραὰμ, ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης.
想想这个人多伟大,即使祖先亚伯拉罕也要从战利品中拿出十分之一给他。
5 Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῖν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
是的,利未的子孙也是祭司,奉命按照律法向人民——也就是自己的兄弟姐妹、亚伯拉罕的后裔们,收取十分之一。
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, εὐλόγηκεν.
麦基洗德并非来自同一家族谱系,也收下了亚伯拉罕的十分之一,给这获得上帝承诺之人祝福。
7 Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
更伟大之人向更渺小之人祝福,这一点毫无疑问。
8 Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
在这里,收取十分之一之人都是必死之人;一但在这种情况下,他们被一个据说是永远活着的人所接受
9 Καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ, καὶ Λευεὶς, ὁ δεκάτας λαμβάνων, δεδεκάτωται.
可以这样说,连那收取十分之一的利未,也通过亚伯拉罕缴纳了十分之一。
10 Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.
因为麦基洗德迎接亚伯拉罕时,利未还未从其父那里诞生。
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ, ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
如果借着利未人的祭司制度能达到完美(人民是在这制度下领受律法的),为什么还需要照着麦基洗德的体系,另外指认一位祭司,而不是按照亚伦的体系呢?
12 Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
如果祭司制度更改了,律法也必须更改。
13 Ἐφʼ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ.
因为我们所指的那位,原属于另外一个支派的,这支派向来没有人在祭坛前供职。
14 Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ ˚Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
我们的主明明是犹大支派的后裔,关于这个支派,摩西并没有提及祭司。
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ, ἀνίσταται ἱερεὺς ἕτερος,
让人更清楚的是,当另一位与麦基洗德相似的祭司出现时。
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
他成为祭司,并非按着律法上人类祖先的条例,却是按照不能终止生命的能量。
17 Μαρτυρεῖται γὰρ, ὅτι “Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.” (aiōn g165)
所以他才会说:“你永远作祭司,按照麦基洗德的秩序。” (aiōn g165)
18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
从前的条例因为没有力量,所以没有用处,就废弃了
19 (οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος), ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ ˚Θεῷ.
(因为律法从来没有让任何事变得完美)。但它却带来了更美的希望,借着这希望,我们就可以亲近上帝。
20 Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
这还要说道誓言,尽管那些人成为祭司并非通过誓言;
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, “Ὤμοσεν ˚Κύριος, καὶ οὐ μεταμεληθήσεται, ‘Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα’”, (aiōn g165)
只有耶稣同时誓言确立,因为上帝对他说:“主已经庄严起誓,决不改变心意,你永远是祭司。” (aiōn g165)
22 κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης, γέγονεν ἔγγυος, ˚Ἰησοῦς.
耶稣既然是用誓言确立,就成了与上帝之间更美好约定关系的保证。
23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
从前那些作祭司的,因为死亡妨碍他们无法长久留任,所以人数众多。
24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. (aiōn g165)
但由于耶稣永远长存,他的祭祀职位永不更改。 (aiōn g165)
25 Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται, τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ ˚Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
因此,他能拯救那些通过他来到上帝面前之人;因为他永远活着,会为他们代求。
26 Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
我们就需要他这样的大祭司:圣洁,没有错误;纯洁,区别于罪人,在最高的天堂中有自己的位置。
27 ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.
他不必像那些大祭司,天天先为自己的罪献祭,然后为人民的罪献祭;因为他献上了自己,就把这事一次而永远地做完了。
28 Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, Υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον. (aiōn g165)
律法所立的大祭司,都是不完美之人;但在律法以后,上帝用其誓言所立的儿子,却是永远完美。 (aiōn g165)

< Προς Εβραιους 7 >