< Προς Εβραιους 6 >
1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ ˚Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ ˚Θεόν,
Therefore leaving the doctrine of the first principles of Christ, let us press on to perfection—not laying again a foundation of repentance from dead works, of faith toward God,
2 βαπτισμῶν διδαχὴν, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. (aiōnios )
of the teaching of washings, of laying on of hands, of resurrection of the dead, and of everlasting judgment. (aiōnios )
3 Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ ˚Θεός.
And this we will do if God permits.
4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας ˚Πνεύματος Ἁγίου,
For concerning those who were once enlightened and tasted of the heavenly gift, and were made partakers of the Holy Spirit,
5 καὶ καλὸν γευσαμένους ˚Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, (aiōn )
and tasted the good word of God, and the powers of the age to come, (aiōn )
6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ ˚Θεοῦ, καὶ παραδειγματίζοντας.
and then fell away, it is impossible to renew them again to repentance; seeing they crucify the Son of God for themselves again, and put him to open shame.
7 Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον, ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ ˚Θεοῦ·
For the land which has drunk the rain that comes often on it, and brings forth a crop suitable for them for whose sake it is also tilled, receives blessing from God;
8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
but if it bears thorns and thistles, it is rejected and near being cursed, whose end is to be burned.
9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.
But, beloved, we are persuaded of better things for you, and things that accompany salvation, even though we speak like this.
10 Οὐ γὰρ ἄδικος ὁ ˚Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
For God is not unrighteous, so as to forget your work and the love which you showed toward his name, in that you served the saints, and still do serve them.
11 Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν, πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
We desire that each one of you may show the same diligence to the fullness of hope even to the end,
12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας, κληρονομούντων τὰς ἐπαγγελίας.
that you won't be sluggish, but imitators of those who through faith and patience inherited the promises.
13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ ˚Θεός, ἐπεὶ κατʼ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθʼ ἑαυτοῦ
For when God made a promise to Abraham, since he could swear by none greater, he swore by himself,
14 λέγων, “Εἰ μὴν εὐλογῶν, εὐλογήσω σε, καὶ πληθύνων, πληθυνῶ σε”.
saying, "I will indeed bless you, and I will greatly multiply you."
15 Καὶ οὕτως μακροθυμήσας, ἐπέτυχεν τῆς ἐπαγγελίας.
Thus, having patiently endured, he obtained the promise.
16 Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν ὁ ὅρκος.
For people swear oaths by something greater, and in every dispute of theirs the oath is final for confirmation.
17 Ἐν ᾧ περισσότερον βουλόμενος ὁ ˚Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
In this way God, being determined to show more abundantly to the heirs of the promise the immutability of his counsel, interposed with an oath;
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν ˚Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν, οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
that by two immutable things, in which it is impossible for God to lie, we may have a strong encouragement, who have fled for refuge to take hold of the hope set before us.
19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
This hope we have as an anchor of the soul, a hope both sure and steadfast and entering into that which is within the curtain;
20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, ˚Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισέδεκ, ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. (aiōn )
where as a forerunner Jesus entered for us, having become a high priest forever after the order of Melchizedek. (aiōn )