< Προς Εβραιους 13 >

1 Ἡ φιλαδελφία μενέτω.
愿兄弟姐妹之间的爱永远保持!
2 Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ, ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
不要忘记对陌生人也表达爱意,因为这样做,有些人就会在不知不觉间迎来了天使。
3 Μιμνῄσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
记住那些被关在监狱里的人,就像你和他们一起关在里面一样。记住那些被虐待的人,就像你和他们一起遭受肉体的痛苦。
4 Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ ˚Θεός.
人人都应该尊重婚姻,丈夫和妻子应该彼此忠诚。上帝会审判淫乱之人。
5 Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, “Οὐ μή σε ἀνῶ, οὐδʼ οὐ μή σε ἐγκαταλίπω.”
不要贪钱;满足于自己所拥有的。 上帝自己说过:“我永远不会让你们失望;我永远不会放弃你们。”
6 Ὥστε θαρροῦντας ἡμᾶς λέγειν, “˚Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;”
所以我们可以自信地说:“主来帮助我,我决不害怕,别人能把我怎么样呢?”
7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ ˚Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.
记住那些向你解释上帝之道的领导者。再看看他们生命得到了,要效法他们对上帝的信任。
8 ˚Ἰησοῦς ˚Χριστὸς, ἐχθὲς καὶ σήμερον, ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. (aiōn g165)
耶稣基督昨天、今天、一直到永远都是一样的。 (aiōn g165)
9 Διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.
不要被各种奇怪教义分心。心要被恩典说服,这样才是好的,不要被那些告诉我们吃什么的律法说服。遵守这些法律之人,不会得到任何好处。
10 Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν, οἱ τῇ σκηνῇ λατρεύοντες.
我们有一座祭坛,坛上的祭物,礼拜堂中的祭祀没有权利食用。
11 Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
那些祭牲的血,由大祭司带进圣幕进行赎罪献祭,祭牲的身体却要在营地外焚烧。
12 Διὸ καὶ ˚Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
耶稣同样也死在城门外,用自己的血让上帝的子民成变得圣洁。
13 Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.
那么,让我们也出到城外他那里去,受他曾受过的凌辱。
14 Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
因为在这里我们没有永远的城,我们却是寻求那将要来的城。
15 Διʼ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ ˚Θεῷ, τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
所以我们常常要借着耶稣,把颂赞的祭品献给上帝,这意味着说上帝的善语,宣扬他的品格。
16 Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ ˚Θεός.
别忘记行善,与其他人分享你拥有的,因为这样的献祭会让上帝喜悦。
17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν, καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
遵从你的领导,按照他们的吩咐去做,因为他们关心你并为你负责。通过这种方式行事,让他们可以快乐——而不是悲伤地做这件事,因为这对你没有帮助!
18 Προσεύχεσθε περὶ ἡμῶν, πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
请为我们祷告,因为我们深信自己良心无愧,愿意凡事遵行正道。
19 Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
我真的希望你们为我们努力祷告,好使我们能够尽快看到你们。
20 Ὁ δὲ ˚Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν Ποιμένα τῶν προβάτων τὸν μέγαν, ἐν αἵματι διαθήκης αἰωνίου, τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν, (aiōnios g166)
那赐平安的上帝,是他用永恒约定的血让我们的伟大牧羊人、主耶稣死而复生。 (aiōnios g166)
21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! (aiōn g165)
愿上帝为你们带来一切美好的东西,让你们可以遵行他的旨意。愿他与我们同在,通过耶稣基督,一起做他喜欢的一切,愿荣耀归于他,直到永远。阿门。 (aiōn g165)
22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
兄弟姐妹们,建议你们关注我在这封短信中所说的一切。
23 Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν, Τιμόθεον, ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
你们要知道,我们的兄弟提摩太已经释放了;如果他来得早,我就跟他一起去看你们。
24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
请问候你们的所有领导和所有信徒。在意大利的信徒来也问候你们。
25 Ἡ χάρις μετὰ πάντων ὑμῶν. ἀμήν!
愿恩惠与你们同在。阿门。

< Προς Εβραιους 13 >