< Προς Εβραιους 11 >
1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
Now, faith is a sure confidence with respect to things hoped for, a firm persuasion with respect to things not seen:
2 Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
for by this the ancients obtained a good reputation.
3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι ˚Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων, τὸ βλεπόμενον γεγονέναι. (aiōn )
By faith we understand that the ages were set in order by the word of God, so that the things which are seen, have not come into being from things that appear. (aiōn )
4 Πίστει πλείονα θυσίαν, Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ ˚Θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ ˚Θεοῦ, καὶ διʼ αὐτῆς, ἀποθανὼν ἔτι λαλεῖ.
By faith Abel offered to God more sacrifice than Cain; on account of which he received testimony that he was righteous, God testifying of his gifts; and by it he, though dead, yet speaks.
5 Πίστει Ἑνὼχ μετετέθη, τοῦ μὴ ἰδεῖν θάνατον, “καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ ˚Θεός”· πρὸ γὰρ τῆς μεταθέσεως, μεμαρτύρηται εὐηρεστηκέναι τῷ ˚Θεῷ.
By faith Enoch was translated that he should not see death, and was not found, because God had translated him: for before his translation he had the testimony that he pleased God.
6 Χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ ˚Θεῷ ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν, μισθαποδότης γίνεται.
But without faith it is impossible to please him; for he that comes to God must believe that he is, and that he is a rewarder of those who diligently seek him.
7 Πίστει χρηματισθεὶς, Νῶε, περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης, ἐγένετο κληρονόμος.
By faith Noah, after being warned concerning things not yet seen, moved with fear, prepared an ark for the salvation of his house; by which faith he condemned the world, and became an heir of the righteousness which is by faith.
8 Πίστει καλούμενος, Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
By faith Abraham, when called to go out into a place that he should afterward receive for an inheritance, obeyed; and he went out, not knowing whither he went.
9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
By faith he sojourned in the land of promise, as in a strange land, dwelling in tents with Isaac and Jacob, the heirs with him of the same promise:
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ ˚Θεός.
for he looked for a city that has foundations, whose architect and builder is God.
11 Πίστει καὶ αὐτὴ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
By faith also Sarah herself received strength for the conception of seed, and brought forth a child when past the time of life, because she counted him faithful who had promised.
12 Διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, “καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος”.
Therefore, there were born of one, who was dead as it respects these things, a posterity like the stars of heaven in multitude, and like the sand on the sea-shore, innumerable.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ προσδεξάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
All these died in faith, not having received the promises, but having seen them afar off, and having embraced them and confessed that they were strangers and sojourners in the land.
14 Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
For those who say such things, declare plainly that they seek a country.
15 Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφʼ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι.
And if indeed they had been mindful of that from which they came, they could have had an opportunity to return.
16 Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ ˚Θεὸς, ˚Θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
But now they desire a better, that is, a heavenly country; wherefore God is not ashamed of them, that he should be called their God: for he has prepared for them a city.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
By faith Abraham, when he was tried, offered up Isaac: even his first-born, did he that had received the promises, offer up,
18 πρὸς ὃν ἐλαλήθη, ὅτι “Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα”,
of which first-born it was said: In Isaac shall your posterity be called:
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ ˚Θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
for he concluded that God was able to raise him up, even from the dead; wherefore he received him even in like manner.
20 Πίστει καὶ περὶ μελλόντων, εὐλόγησεν Ἰσαὰκ, τὸν Ἰακὼβ, καὶ τὸν Ἠσαῦ.
By faith Isaac blessed Jacob and Esau concerning things to come.
21 Πίστει Ἰακὼβ, ἀποθνῄσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
By faith Jacob, when he was dying, blessed each of the sons of Joseph, and worshiped on the top of his staff.
22 Πίστει Ἰωσὴφ, τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
By faith Joseph, when he was dying, made mention of the departure of the sons of Israel, and gave commandment concerning his bones.
23 Πίστει Μωϋσῆς, γεννηθεὶς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
By faith Moses was concealed by his parents for three months after his birth, because they saw that he was a beautiful child: and they feared not the command of the king.
24 Πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
By faith Moses, when he became a man, refused to be called the son of Pharaoh’s daughter,
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ ˚Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
choosing rather to suffer evil with the people of God than to enjoy the pleasure of sin for a season;
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν, τὸν ὀνειδισμὸν τοῦ ˚Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
esteeming the reproach on account of the Christ as greater riches than the treasures of Egypt: for he earnestly looked to the reward.
27 Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησεν.
By faith he left Egypt, not fearing the anger of the king: for he patiently endured, as seeing him that is invisible.
28 Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
By faith he kept the passover, and the affusion of blood, that he who destroyed the first-born might not touch them.
29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες, οἱ Αἰγύπτιοι κατεπόθησαν.
By faith they passed through the Bed Sea as by dry land, which the Egyptians attempting to do, were drowned.
30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
By faith the walls of Jericho fell down, after the people had gone around them for seven days.
31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
By faith Rabab the harlot perished not with the disobedient, because she had received the spies with peace.
32 Καὶ τί ἔτι λέγω; Ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος, περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν,
And what further shall I say? For the time would fail me, were I to tell of Gideon, and of Barak, and of Samson, and of Jephthah, of David also and Samuel, and of the prophets,
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
who, through faith, subdued kingdoms, worked righteousness, obtained promises, closed the mouths of lions,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
quenched the violence of fire, escaped the edge of the sword, out of weakness were made strong, became valiant in battle, turned to flight the armies of the aliens.
35 Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
Women received their dead raised to life again: but others were beat to death, not accepting deliverance, that they might obtain a better resurrection;
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.
others had trial of mockings and scourgings, bonds also, and imprisonments.
37 Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
They were stoned, they were sawn asunder, they were tempted, they were slain with the sword: they went about in sheep-skins, in goat-skins, being destitute, afflicted, oppressed with evils,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ὄρεσιν, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.
(of whom the world was not worthy, ) wandering in deserts, and in mountains, and in caverns, and in dens of the earth.
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
And all these, having obtained a good reputation by faith, received not the promise,
40 τοῦ ˚Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
because God had provided some better thing for us, that they, without us, should not be made perfect.