< Προς Εφεσιους 2 >
1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν,
Even you, who were dead in trespasses and sins
2 ἐν αἷς ποτε περιεπατήσατε, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· (aiōn )
in which ye once walked according to the era of this world, according to the ruler of the power of the air, the spirit that now works in the sons of disobedience. (aiōn )
3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.
Among whom we also all once behaved in the lusts of our flesh, doing the intentions of the flesh and of the thoughts, and were by nature children of wrath as also the others.
4 Ὁ δὲ ˚Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς,
But God, being rich in mercy, through his great love that he loved us,
5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν τῷ ˚Χριστῷ (χάριτί ἐστε σεσῳσμένοι),
even us being dead in the transgressions, he made alive together with the Christ (ye are saved by grace),
6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
and raised us up together, and seated us together in the heavenly things in Christ Jesus.
7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν, τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν ˚Χριστῷ ˚Ἰησοῦ. (aiōn )
So that in the coming ages he might show the transcending wealth of his grace in kindness toward us in Christ Jesus. (aiōn )
8 Τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, ˚Θεοῦ τὸ δῶρον·
For ye are saved by grace through faith, and this a gift of God, not from you,
9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
not from works, so that not any man may boast.
10 Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν ˚Χριστῷ ˚Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ ˚Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
For we are his workmanship, created in Christ Jesus for good works, which God preordained that we should walk in them.
11 Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
Remember therefore that once ye, the Gentiles in flesh, who are called uncircumcision by that which is called circumcision (in flesh, made by hands),
12 ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς ˚Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
that ye were at that time independent of Christ, alienated from the citizenship of Israel, and alien of the covenants of the promise, having no hope and godless in the world.
13 Νυνὶ δὲ ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ ˚Χριστοῦ.
But now in Christ Jesus ye, being formerly far off, became near in the blood of the Christ.
14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ,
For he is our peace, who made both one, and broke down the dividing wall of partition,
15 τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
having abolished in his flesh the enmity-the law of the commandments in ordinances-so that he might create in himself the two into one new man, making peace,
16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ ˚Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
and might reconcile them both in one body to God through the cross, having slain the enmity by it.
17 καὶ ἐλθὼν, εὐηγγελίσατο, “εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς”·
And after coming he preached good news, peace to you, to those far off and to those near,
18 ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν, οἱ ἀμφότεροι ἐν ἑνὶ ˚Πνεύματι πρὸς τὸν Πατέρα.
because through him we both have the access in one Spirit to the Father.
19 Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ ˚Θεοῦ,
So then ye are no more alien and foreign, but fellow citizens of the sanctified, and belonging to the household of God.
20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ˚Χριστοῦ ˚Ἰησοῦ,
Which was built upon the foundation of the apostles and prophets, Christ Jesus himself being the chief corner,
21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν ˚Κυρίῳ,
in whom the whole building joined together grows into a holy temple in the Lord,
22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε, εἰς κατοικητήριον τοῦ ˚Θεοῦ ἐν ˚Πνεύματι.
in whom ye also are built together in Spirit into a habitation of God.