< Πραξεις 1 >
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ˚Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν,
In my first book, O Theophilus, I wrote about all that Jesus began to do and to teach,
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ ˚Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήμφθη·
until the day He was taken up to heaven, after giving instructions through the Holy Spirit to the apostles He had chosen.
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις διʼ ἡμερῶν τεσσεράκοντα, ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.
After His suffering, He presented Himself to them with many convincing proofs that He was alive. He appeared to them over a span of forty days and spoke about the kingdom of God.
4 Καὶ συναλιζόμενος, παρήγγειλεν αὐτοῖς, “Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου.
And while they were gathered together, He commanded them: “Do not leave Jerusalem, but wait for the gift the Father promised, which you have heard Me discuss.
5 Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν ˚Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.”
For John baptized with water, but in a few days you will be baptized with the Holy Spirit.”
6 Οἱ μὲν οὖν συνελθόντες, ἠρώτων αὐτὸν λέγοντες, “˚Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;”
So when they came together, they asked Him, “Lord, will You at this time restore the kingdom to Israel?”
7 Εἶπεν δὲ πρὸς αὐτούς, “Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
Jesus replied, “It is not for you to know times or seasons that the Father has fixed by His own authority.
8 Ἀλλὰ λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου ˚Πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες, ἔν τε Ἰερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.”
But you will receive power when the Holy Spirit comes upon you, and you will be My witnesses in Jerusalem, and in all Judea and Samaria, and to the ends of the earth.”
9 Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
After He had said this, they watched as He was taken up, and a cloud hid Him from their sight.
10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
They were looking intently into the sky as He was going, when suddenly two men dressed in white stood beside them.
11 οἳ καὶ εἶπαν, “Ἄνδρες, Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ ˚Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.”
“Men of Galilee,” they said, “why do you stand here looking into the sky? This same Jesus, who has been taken from you into heaven, will come back in the same way you have seen Him go into heaven.”
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ, Σαββάτου ἔχον ὁδόν.
Then they returned to Jerusalem from the Mount of Olives, which is near the city, a Sabbath day’s journey away.
13 Καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον, ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου, καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου.
When they arrived, they went to the upper room where they were staying: Peter and John, James and Andrew, Philip and Thomas, Bartholomew and Matthew, James son of Alphaeus, Simon the Zealot, and Judas son of James.
14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ, σὺν γυναιξὶν καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ ˚Ἰησοῦ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ.
With one accord they all continued in prayer, along with the women and Mary the mother of Jesus, and with His brothers.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι),
In those days Peter stood up among the brothers (a gathering of about a hundred and twenty) and said,
16 “Ἄνδρες, ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπεν τὸ ˚Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ˚Ἰησοῦν.
“Brothers, the Scripture had to be fulfilled which the Holy Spirit foretold through the mouth of David concerning Judas, who became a guide for those who arrested Jesus.
17 Ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.”
He was one of our number and shared in this ministry.”
18 (Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος, ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
(Now with the reward for his wickedness Judas bought a field; there he fell headlong and burst open in the middle, and all his intestines spilled out.
19 Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ διαλέκτῳ αὐτῶν, Ἁκελδαμάχ, τοῦτʼ ἔστιν, “Χωρίον Αἵματος”.)
This became known to all who lived in Jerusalem, so they called that field in their own language Akeldama, that is, Field of Blood.)
20 “Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, ‘Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ’, καί, ‘Τὴν ἐπισκοπὴν αὐτοῦ, λαβέτω ἕτερος.’
“For it is written in the book of Psalms: ‘May his place be deserted; let there be no one to dwell in it,’ and, ‘May another take his position.’
21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ ˚Κύριος ˚Ἰησοῦς,
Therefore it is necessary to choose one of the men who have accompanied us the whole time the Lord Jesus went in and out among us,
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν, γενέσθαι ἕνα τούτων.”
beginning from John’s baptism until the day Jesus was taken up from us. For one of these must become a witness with us of His resurrection.”
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
So they proposed two men: Joseph called Barsabbas (also known as Justus) and Matthias.
24 Καὶ προσευξάμενοι, εἶπαν, “Σὺ ˚Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
And they prayed, “Lord, You know everyone’s heart. Show us which of these two You have chosen
25 λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφʼ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.”
to take up this ministry and apostleship, which Judas abandoned to go to his rightful place.”
26 Καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
Then they cast lots, and the lot fell to Matthias; so he was added to the eleven apostles.