< Πραξεις 9 >
1 Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ ˚Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,
ο δε σαυλοσ ετι εμπνεων απειλησ και φονου εισ τουσ μαθητασ του κυριου προσελθων τω αρχιερει
2 ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ, ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
ητησατο παρ αυτου επιστολασ εισ δαμασκον προσ τασ συναγωγασ οπωσ εαν τινασ ευρη τησ οδου οντασ ανδρασ τε και γυναικασ δεδεμενουσ αγαγη εισ ιερουσαλημ
3 Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ.
εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω και εξαιφνησ περιηστραψεν αυτον φωσ απο του ουρανου
4 Καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, “Σαοὺλ, Σαούλ, τί με διώκεις;”
και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεισ
5 Εἶπεν δέ, “Τίς εἶ, Κύριε;” Ὁ δέ, “Ἐγώ εἰμι ˚Ἰησοῦς, ὃν σὺ διώκεις·
ειπεν δε τισ ει κυριε ο δε κυριοσ ειπεν εγω ειμι ιησουσ ον συ διωκεισ
6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.”
αλλα αναστηθι και εισελθε εισ την πολιν και λαληθησεται σοι τι σε δει ποιειν
7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
οι δε ανδρεσ οι συνοδευοντεσ αυτω ειστηκεισαν ενεοι ακουοντεσ μεν τησ φωνησ μηδενα δε θεωρουντεσ
8 Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδὲν ἔβλεπεν. Χειραγωγοῦντες δὲ αὐτὸν, εἰσήγαγον εἰς Δαμασκόν.
ηγερθη δε ο σαυλοσ απο τησ γησ ανεωγμενων τε των οφθαλμων αυτου ουδενα εβλεπεν χειραγωγουντεσ δε αυτον εισηγαγον εισ δαμασκον
9 Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
και ην ημερασ τρεισ μη βλεπων και ουκ εφαγεν ουδε επιεν
10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ ˚Κύριος, “Ἁνανία.” Ὁ δὲ εἶπεν, “Ἰδοὺ, ἐγώ, ˚Κύριε.”
ην δε τισ μαθητησ εν δαμασκω ονοματι ανανιασ και ειπεν προσ αυτον ο κυριοσ εν οραματι ανανια ο δε ειπεν ιδου εγω κυριε
11 Ὁ δὲ ˚Κύριος πρὸς αὐτόν, “Ἀναστὰς, πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ, προσεύχεται
ο δε κυριοσ προσ αυτον αναστασ πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται
12 καὶ εἶδεν ἄνδρα ἐν ὁράματι, Ἁνανίαν ὀνόματι, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ.”
και ειδεν εν οραματι ανδρα ονοματι ανανιαν εισελθοντα και επιθεντα αυτω χειρα οπωσ αναβλεψη
13 Ἀπεκρίθη δὲ Ἁνανίας, “˚Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
απεκριθη δε ανανιασ κυριε ακηκοα απο πολλων περι του ανδροσ τουτου οσα κακα εποιησεν τοισ αγιοισ σου εν ιερουσαλημ
14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.”
και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντασ τουσ επικαλουμενουσ το ονομα σου
15 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Κύριος, “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ,
ειπεν δε προσ αυτον ο κυριοσ πορευου οτι σκευοσ εκλογησ μοι εστιν ουτοσ του βαστασαι το ονομα μου ενωπιον εθνων και βασιλεων υιων τε ισραηλ
16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.”
εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματοσ μου παθειν
17 Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν, “Σαοὺλ, ἀδελφέ, ὁ ˚Κύριος ἀπέσταλκέν με ˚Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς ˚Πνεύματος Ἁγίου.”
απηλθεν δε ανανιασ και εισηλθεν εισ την οικιαν και επιθεισ επ αυτον τασ χειρασ ειπεν σαουλ αδελφε ο κυριοσ απεσταλκεν με ο οφθεισ σοι εν τη οδω η ηρχου οπωσ αναβλεψησ και πλησθησ πνευματοσ αγιου
18 Καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
και ευθεωσ απεπεσον απο των οφθαλμων αυτου ωσει λεπιδεσ ανεβλεψεν τε και αναστασ εβαπτισθη
19 καὶ λαβὼν τροφὴν, ἐνισχύθη. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς.
και λαβων τροφην ενισχυσεν εγενετο δε ο σαυλοσ μετα των εν δαμασκω μαθητων ημερασ τινασ
20 Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς, ἐκήρυσσεν τὸν ˚Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ.
και ευθεωσ εν ταισ συναγωγαισ εκηρυσσεν τον χριστον οτι ουτοσ εστιν ο υιοσ του θεου
21 Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους, αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;”
εξισταντο δε παντεσ οι ακουοντεσ και ελεγον ουχ ουτοσ εστιν ο πορθησασ εν ιερουσαλημ τουσ επικαλουμενουσ το ονομα τουτο και ωδε εισ τουτο εληλυθεν ινα δεδεμενουσ αυτουσ αγαγη επι τουσ αρχιερεισ
22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ ˚Χριστός.
σαυλοσ δε μαλλον ενεδυναμουτο και συνεχυνεν τουσ ιουδαιουσ τουσ κατοικουντασ εν δαμασκω συμβιβαζων οτι ουτοσ εστιν ο χριστοσ
23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
ωσ δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον
24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσιν·
εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουν τε τασ πυλασ ημερασ τε και νυκτοσ οπωσ αυτον ανελωσιν
25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους, καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι.
λαβοντεσ δε αυτον οι μαθηται νυκτοσ καθηκαν δια του τειχουσ χαλασαντεσ εν σπυριδι
26 Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ, ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς. Καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
παραγενομενοσ δε ο σαυλοσ εν ιερουσαλημ επειρατο κολλασθαι τοισ μαθηταισ και παντεσ εφοβουντο αυτον μη πιστευοντεσ οτι εστιν μαθητησ
27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν, ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν ˚Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ˚Ἰησοῦ.
βαρναβασ δε επιλαβομενοσ αυτον ηγαγεν προσ τουσ αποστολουσ και διηγησατο αυτοισ πωσ εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πωσ εν δαμασκω επαρρησιασατο εν τω ονοματι του ιησου
28 Καὶ ἦν μετʼ αὐτῶν, εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου.
και ην μετ αυτων εισπορευομενοσ εισ ιερουσαλημ και παρρησιαζομενοσ εν τω ονοματι του κυριου ιησου
29 Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
ελαλει τε και συνεζητει προσ τουσ ελληνιστασ οι δε επεχειρουν αυτον ανελειν
30 Ἐπιγνόντες δὲ, οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
επιγνοντεσ δε οι αδελφοι κατηγαγον αυτον εισ καισαρειαν και εξαπεστειλαν αυτον εισ ταρσον
31 Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ ˚Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου ˚Πνεύματος, ἐπληθύνετο.
αι μεν ουν εκκλησιαι καθ ολησ τησ ιουδαιασ και γαλιλαιασ και σαμαρειασ ειχον ειρηνην οικοδομουμεναι και πορευομεναι τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματοσ επληθυνοντο
32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προσ τουσ αγιουσ τουσ κατοικουντασ λυδδαν
33 Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
ευρεν δε εκει ανθρωπον τινα αινεαν ονοματι εξ ετων οκτω κατακειμενον επι κραββατω οσ ην παραλελυμενοσ
34 Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, “Αἰνέα, ἰᾶταί σε ˚Ἰησοῦς ˚Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ.” Καὶ εὐθέως ἀνέστη.
και ειπεν αυτω ο πετροσ αινεα ιαται σε ιησουσ ο χριστοσ αναστηθι και στρωσον σεαυτω και ευθεωσ ανεστη
35 Καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν ˚Κύριον.
και ειδον αυτον παντεσ οι κατοικουντεσ λυδδαν και τον ασσαρωνα οιτινεσ επεστρεψαν επι τον κυριον
36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται, “Δορκάς”. Αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν, καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
εν ιοππη δε τισ ην μαθητρια ονοματι ταβηθα η διερμηνευομενη λεγεται δορκασ αυτη ην πληρησ αγαθων εργων και ελεημοσυνων ων εποιει
37 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.
εγενετο δε εν ταισ ημεραισ εκειναισ ασθενησασαν αυτην αποθανειν λουσαντεσ δε αυτην εθηκαν εν υπερωω
38 Ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, “Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.”
εγγυσ δε ουσησ λυδδησ τη ιοππη οι μαθηται ακουσαντεσ οτι πετροσ εστιν εν αυτη απεστειλαν προσ αυτον παρακαλουντεσ μη οκνησαι διελθειν εωσ αυτων
39 Ἀναστὰς δὲ, Πέτρος συνῆλθεν αὐτοῖς, ὃν παραγενόμενον, ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι, κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς.
αναστασ δε πετροσ συνηλθεν αυτοισ ον παραγενομενον ανηγαγον εισ το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνασ και ιματια οσα εποιει μετ αυτων ουσα η δορκασ
40 Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος, καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, “Ταβιθά, ἀνάστηθι!” Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν.
εκβαλων δε εξω παντασ ο πετροσ θεισ τα γονατα προσηυξατο και επιστρεψασ προσ το σωμα ειπεν ταβηθα αναστηθι η δε ηνοιξεν τουσ οφθαλμουσ αυτησ και ιδουσα τον πετρον ανεκαθισεν
41 Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.
δουσ δε αυτη χειρα ανεστησεν αυτην φωνησασ δε τουσ αγιουσ και τασ χηρασ παρεστησεν αυτην ζωσαν
42 Γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν ˚Κύριον.
γνωστον δε εγενετο καθ ολησ τησ ιοππησ και πολλοι επιστευσαν επι τον κυριον
43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ, παρά τινι Σίμωνι, βυρσεῖ.
εγενετο δε ημερασ ικανασ μειναι αυτον εν ιοππη παρα τινι σιμωνι βυρσει