< Πραξεις 8 >
1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν, τὴν ἐν Ἱεροσολύμοις. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
And Saul was there, giving approval to Stephen’s death. On that day a great persecution broke out against the church in Jerusalem, and all except the apostles were scattered throughout Judea and Samaria.
2 Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπʼ αὐτῷ.
God-fearing men buried Stephen and mourned deeply over him.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν.
But Saul began to destroy the church. Going from house to house, he dragged off men and women and put them in prison.
4 Οἱ μὲν οὖν διασπαρέντες, διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Those who had been scattered preached the word wherever they went.
5 Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν ˚Χριστόν.
Philip went down to a city in Samaria and proclaimed the Christ to them.
6 Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
The crowds gave their undivided attention to Philip’s message and to the signs they saw him perform.
7 Πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ, ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
With loud shrieks, unclean spirits came out of many who were possessed, and many of the paralyzed and lame were healed.
8 Ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
So there was great joy in that city.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων, προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων, καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν.
Prior to that time, a man named Simon had practiced sorcery in the city and astounded the people of Samaria. He claimed to be someone great,
10 ὯΙ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες, “Οὗτός ἐστιν ἡ Δύναμις τοῦ ˚Θεοῦ, ἡ καλουμένη Μεγάλη.”
and all the people, from the least to the greatest, heeded his words and said, “This man is the divine power called the Great Power.”
11 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
They paid close attention to him because he had astounded them for a long time with his sorcery.
12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ, εὐαγγελιζομένῳ περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ καὶ τοῦ ὀνόματος ˚Ἰησοῦ ˚Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
But when they believed Philip as he preached the gospel of the kingdom of God and the name of Jesus Christ, they were baptized, both men and women.
13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας, ἐξίστατο.
Even Simon himself believed and was baptized. He followed Philip closely and was astounded by the great signs and miracles he observed.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ ˚Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
When the apostles in Jerusalem heard that Samaria had received the word of God, they sent Peter and John to them.
15 οἵτινες καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν ˚Πνεῦμα Ἅγιον.
On their arrival, they prayed for them to receive the Holy Spirit.
16 Οὐδέπω γὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
For the Holy Spirit had not yet fallen upon any of them; they had simply been baptized into the name of the Lord Jesus.
17 Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον ˚Πνεῦμα Ἅγιον.
Then Peter and John laid their hands on them, and they received the Holy Spirit.
18 Ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ ˚Πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα
When Simon saw that the Spirit was given through the laying on of the apostles’ hands, he offered them money.
19 λέγων, “Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ ˚Πνεῦμα Ἅγιον.”
“Give me this power as well,” he said, “so that everyone on whom I lay my hands may receive the Holy Spirit.”
20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν, “Τὸ ἀργύριόν σου, σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ ˚Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
But Peter replied, “May your silver perish with you, because you thought you could buy the gift of God with money!
21 Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ ˚Θεοῦ.
You have no part or share in our ministry, because your heart is not right before God.
22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ ˚Κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.
Repent, therefore, of your wickedness, and pray to the Lord. Perhaps He will forgive you for the intent of your heart.
23 Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας, ὁρῶ σε ὄντα.”
For I see that you are poisoned by bitterness and captive to iniquity.”
24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, “Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν ˚Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε.”
Then Simon answered, “Pray to the Lord for me, so that nothing you have said may happen to me.”
25 Οἱ μὲν οὖν, διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ ˚Κυρίου, ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.
And after Peter and John had testified and spoken the word of the Lord, they returned to Jerusalem, preaching the gospel in many of the Samaritan villages.
26 Ἄγγελος δὲ ˚Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων, “Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν”· αὕτη ἐστὶν ἔρημος.
Now an angel of the Lord said to Philip, “Get up and go south to the desert road that goes down from Jerusalem to Gaza.”
27 Καὶ ἀναστὰς, ἐπορεύθη, καὶ ἰδοὺ, ἀνὴρ, Αἰθίοψ εὐνοῦχος, δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
So he started out, and on his way he met an Ethiopian eunuch, a court official in charge of the entire treasury of Candace, queen of the Ethiopians. He had gone to Jerusalem to worship,
28 ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
and on his return was sitting in his chariot reading Isaiah the prophet.
29 Εἶπεν δὲ τὸ ˚Πνεῦμα τῷ Φιλίππῳ, “Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.”
The Spirit said to Philip, “Go over to that chariot and stay by it.”
30 Προσδραμὼν δὲ, ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην, καὶ εἶπεν, “Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;”
So Philip ran up and heard the man reading Isaiah the prophet. “Do you understand what you are reading?” Philip asked.
31 Ὁ δὲ εἶπεν, “Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με;” Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
“How can I,” he said, “unless someone guides me?” And he invited Philip to come up and sit with him.
32 Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη: “Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
The eunuch was reading this passage of Scripture: “He was led like a sheep to the slaughter, and as a lamb before the shearer is silent, so He did not open His mouth.
33 Ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.”
In His humiliation He was deprived of justice. Who can recount His descendants? For His life was removed from the earth.”
34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, “Δέομαί σου περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;”
“Tell me,” said the eunuch, “who is the prophet talking about, himself or someone else?”
35 Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν ˚Ἰησοῦν.
Then Philip began with this very Scripture and told him the good news about Jesus.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, “Ἰδοὺ, ὕδωρ, τί κωλύει με βαπτισθῆναι;”
As they traveled along the road and came to some water, the eunuch said, “Look, here is water! What is there to prevent me from being baptized?”
38 Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν, ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
And he gave orders to stop the chariot. Then both Philip and the eunuch went down into the water, and Philip baptized him.
39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, ˚Πνεῦμα ˚Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
When they came up out of the water, the Spirit of the Lord carried Philip away, and the eunuch saw him no more, but went on his way rejoicing.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
But Philip appeared at Azotus and traveled through that region, preaching the gospel in all the towns until he came to Caesarea.