< Πραξεις 4 >
1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἀρχιερεῖς, καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, καὶ οἱ Σαδδουκαῖοι,
And while they were speaking to the people, the priests, and the captain of the temple, and the sadducees came upon them,
2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ ˚Ἰησοῦ τὴν ἀνάστασιν, τὴν ἐκ νεκρῶν.
being vexed that they taught the people, and preached through Jesus the resurrection from the dead.
3 Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
And they laid hands on them, and put them into custody till the next day: for it was now evening.
4 Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον, ἐπίστευσαν καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε.
But many of them who heard the word, believed: and the number of the men was about five thousand.
5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ,
And on the morrow their rulers, and elders, and scribes were gathered together at Jerusalem:
6 καὶ Ἅννας ὁ ἀρχιερεὺς, καὶ Καϊάφας, καὶ Ἰωάννης, καὶ Ἀλέξανδρος, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ.
and with them Annas the high priest, and Caiaphas, and John, and Alexander, and as many as were of the kindred of the high priest.
7 Καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ, ἐπυνθάνοντο, “Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;”
And when they had set them in the midst, they asked them, By what power, or in what name have ye done this?
8 Τότε Πέτρος πλησθεὶς ˚Πνεύματος Ἁγίου, εἶπεν πρὸς αὐτούς, “Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι,
Then Peter filled with the holy Spirit said unto them, Ye rulers of the people,
9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,
and elders of Israel, if we are this day examined about the benefit done to the impotent man,
10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ ˚Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
by what means he is cured, be it known to you all, and to all the people of Israel, that by the name of Jesus Christ of Nazareth, whom ye crucified, but whom God hath raised from the dead, even by Him doth this man stand here before you whole.
11 Οὗτός ἐστιν ‘ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν, τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας’.
This is the stone that was set at nought by you builders, which is become the head of the corner.
12 Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.”
And there is salvation in no other; for there is no other name under heaven given among men, by which we can be saved.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ ˚Ἰησοῦ ἦσαν.
Now when they saw the boldness of Peter and John, and perceived that they were plain and illiterate men, they were amazed; and they knew them again that they had been with Jesus:
14 Τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα, τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν.
but seeing the man that was cured standing with them, they had nothing to say against it.
15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ Συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους
Therefore they ordered them to withdraw from the council,
16 λέγοντες, “Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι.
and conferred among themselves, saying, What shall we do with these men? for that indeed an evident miracle hath been wrought by them is manifest to all the inhabitants of Jerusalem, and we cannot deny it.
17 Ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.”
But that it may spread no farther among the people, let us severely charge them to speak no more to any man in this name.
18 Καὶ καλέσαντες αὐτοὺς, παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ ˚Ἰησοῦ.
So they called them and commanded them not to speak at all, nor teach in the name of Jesus.
19 Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες εἶπον πρὸς αὐτούς, “Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ ˚Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ ˚Θεοῦ, κρίνατε.
But Peter and John answered them, and said, Whether it be right in the sight of God to obey you rather than God, judge ye:
20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”
for we cannot but speak the things which we have seen and heard.
21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν ˚Θεὸν ἐπὶ τῷ γεγονότι.
So they threatened them more severely, and let them go; not finding how to punish them, because of the people: for they all glorified God for that which was done.
22 Ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος, ἐφʼ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
For the man was above forty years old, on whom this miraculous cure was wrought.
23 Ἀπολυθέντες δὲ, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
Being dismissed they went to their own company, and reported all that the chief priests and elders had said to them.
24 Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν ˚Θεὸν καὶ εἶπαν, “Δέσποτα, σὺ ὁ ‘ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς’,
And when they heard it, they lifted up their voice to God with one accord, and said, Lord, Thou art God, who hast made heaven and earth, and sea, and all things therein:
25 ὁ τοῦ πατρὸς ἡμῶν, διὰ ˚Πνεύματος Ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών, ‘Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
who by the mouth of thy servant David hast said, Why did the heathen rage, and the people imagine vain things?
26 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ ˚Κυρίου, καὶ κατὰ τοῦ ˚Χριστοῦ αὐτοῦ.’
The kings of the earth set themselves, and the rulers were gathered together against the Lord and against his anointed.
27 Συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ˚Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
For of a truth both Herod and Pontius Pilate, the Gentiles and the people of Israel, combined against thy holy child Jesus,
28 ποιῆσαι ὅσα ἡ χείρ σου, καὶ ἡ βουλὴ σου προώρισεν γενέσθαι.
(whom Thou hast anointed, ) to do whatever thy hand and thy counsel had before determined to be done.
29 Καὶ τὰ νῦν, ˚Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου, μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
And now, Lord, behold their threatenings; and give unto thy servants to speak thy word with all freedom, while Thou art stretching forth thy hand to heal,
30 ἐν τῷ τὴν χεῖρα ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα, καὶ τέρατα, γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου, ˚Ἰησοῦ.”
and while signs and wonders are done by the name of thy holy child Jesus.
31 Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου ˚Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ ˚Θεοῦ μετὰ παρρησίας.
And when they had prayed, the place in which they were assembled was shaken; and they were all filled with the holy Spirit, and they spake the word of God with freedom.
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων, ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς πάντα κοινά.
And the heart and soul of the multitude that believed was one: no one called any of his possessions his own property, but they had all things common.
33 Καὶ δυνάμει μεγάλῃ, ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τοῦ ˚Κυρίου ˚Ἰησοῦ, τῆς ἀναστάσεως, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
And with great power did the apostles give their testimony of the resurrection of the Lord Jesus: and great grace was upon them all.
34 Οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων,
Neither was there any indigent person among them; for as many as were proprietors of lands or houses, sold them and brought the prices of what were sold,
35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.
and laid them at the apostles feet; and distribution was made to every one according to their necessity.
36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς, ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον, “Υἱὸς παρακλήσεως”, Λευίτης, Κύπριος τῷ γένει,
So Joses who was by the apostles sirnamed Barnabas, which is a son of consolation,
37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
a Levite, by birth a Cyprian, having an estate, sold it and brought the money, and laid it at the feet of the apostles.