< Πραξεις 27 >
1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας, ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς.
And when it was determined for us to sail for Italy, they delivered both Paul and some other prisoners to a centurion named Julius, of the band of Augustus.
2 Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυντηνῷ, μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου, Μακεδόνος Θεσσαλονικέως.
And having gotten on a ship of Adramyttium that was going to sail to the places along Asia, we launched, Aristarchus, a Macedonian of Thessalonica, being with us.
3 Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι, ἐπιμελείας τυχεῖν.
And on another day we put in at Sidon. And Julius, who treated Paul kindly, allowed him to undergo care, after going to his friends.
4 Κἀκεῖθεν ἀναχθέντες, ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους.
And having launched from there, we sailed under lee of Cyprus, because the winds were contrary.
5 Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθαμεν εἰς Μύρα τῆς Λυκίας.
And having sailed across the depths along Cilicia and Pamphylia, we came to Myra, of Lycia.
6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον, πλέον εἰς τὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
And there, the centurion having found a ship of Alexandria sailing for Italy, he put us in it.
7 Ἐν ἱκαναῖς δὲ ἡμέραις, βραδυπλοοῦντες καὶ μόλις, γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην.
And sailing slowly during considerable days, and with difficulty having come along the Cnidus, the wind not allowing us further, we sailed under lee of Crete, along Salmone.
8 Μόλις τε παραλεγόμενοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς πόλις ἦν Λασαία.
And sailing by it with difficulty, we came to a certain place called Fair Havens, near to which was Lasea City.
9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος
And considerable time having past, and the voyage now being dangerous, also because the Fast was now past, Paul urged,
10 λέγων αὐτοῖς, “Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν.”
saying to them, Men, I perceive that the voyage is going to be with injury and much damage, not only of the cargo and the ship, but also of our lives.
11 Ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο, ἢ τοῖς ὑπὸ Παύλου λεγομένοις.
But the centurion was convinced more by the captain and the shipmaster than to those things spoken by Paul.
12 Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο, καταντήσαντες εἰς Φοίνικα, παραχειμάσαι λιμένα τῆς Κρήτης, βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
And since the haven was inconvenient to winter in, the majority gave counsel to launch from there also, if somehow they might be able, after arriving at Phoenix, to winter in a haven of Crete, looking toward southwest and northwest.
13 Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
And when a south wind blew gently, having presumed to have obtained their purpose, after taking up anchor, they sailed very near by Crete.
14 Μετʼ οὐ πολὺ δὲ, ἔβαλεν κατʼ αὐτῆς ἄνεμος τυφωνικὸς, ὁ καλούμενος Εὐρακύλων.
But not long after, there threw against it a cyclonic wind called the Euroclydon.
15 Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα.
And the ship having been caught, and not being able to face the wind, having given up, we were driven.
16 Νησίον δέ τι ὑποδραμόντες, καλούμενον Κλαῦδα, ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης,
And having sailed under lee of a certain island called Clauda, we were able with difficulty, to develop control of the skiff.
17 ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον. Φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.
And having taken that up, they used helps, undergirding the ship. And fearing lest they might fall off into the sandbank, having lowered the vessel, they were driven this way.
18 Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
And since we were exceedingly storm-tossed, on the next day they jettisoned.
19 καὶ τῇ τρίτῃ, αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν.
And the third day we cast out by hands the tackling of the ship.
20 Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα, τοῦ σῴζεσθαι ἡμᾶς.
And when neither sun nor stars appeared for more days, and no small storm laying on, all remaining hope for us to be saved was taken away.
21 Πολλῆς τε ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, “Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην, καὶ τὴν ζημίαν.
And being long without food, then Paul, who stood in the midst of them, said, Ye truly ought, O men, to have complied with me, not to launch from Crete, and gain this damage and loss.
22 Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.
And now I exhort you to cheer up, for there will not be one loss of life from you, except of the ship.
23 Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ ˚Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, ἄγγελος
For there stood by me this night an agent of the God whose I am, whom also I serve,
24 λέγων, ‘Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ, κεχάρισταί σοι ὁ ˚Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.’
saying, Fear not, Paul. Thou must stand before Caesar, and lo, God has granted thee all those sailing with thee.
25 Διὸ εὐθυμεῖτε, ἄνδρες, πιστεύω γὰρ τῷ ˚Θεῷ ὅτι οὕτως ἔσται, καθʼ ὃν τρόπον λελάληταί μοι.
Therefore men, cheer up, for I believe God, that it will be so in that way it has been told to me.
26 Εἰς νῆσον δέ τινα, δεῖ ἡμᾶς ἐκπεσεῖν.”
But we must fall off upon a certain island.
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
And when it became the fourteenth night, as we were driven about in the Adriatic sea, toward midnight the sailors suspected some region to come near them.
28 Καὶ βολίσαντες, εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε.
And having tossed lead, they found twenty fathoms, and having gone a little farther, and having tossed lead again, they found fifteen fathoms.
29 Φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι.
And fearing lest somehow we might falloff on rough places, having cast off four anchors from the stern, they prayed for day to develop.
30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας, ἀγκύρας μελλόντων ἐκτείνειν,
And since the sailors sought to flee out of the ship, and having lowered the skiff into the sea in pretense as going to stretch out anchors from the bow,
31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, “Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.”
Paul said to the centurion and to the soldiers, Unless these men remain in the ship, ye cannot be saved.
32 Τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Then the soldiers cut away the ropes of the skiff, and let it fall off.
33 Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας, μεταλαβεῖν τροφῆς λέγων, “Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν, προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι.
And until day was going to develop, Paul urged them all to partake of food, saying, Today is the fourteenth day, waiting, ye continue without food, having taken nothing.
34 Διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται.”
Therefore I encourage you to take of food, for this is for your safety. For not a hair will fall from the head of one of you.
35 Εἴπας δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησεν τῷ ˚Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας, ἤρξατο ἐσθίειν.
And having said these things, and having taken bread, he expressed thanks to God in the presence of all. And having broke in pieces, he began to eat.
36 Εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς.
And they all, having become encouraged, also took food.
37 Ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ, διακόσιαι ἑβδομήκοντα ἕξ.
And all the souls in the ship were two hundred seventy-six.
38 Κορεσθέντες δὲ τροφῆς, ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
And after being filled of food, they unloaded the ship, throwing out the wheat into the sea.
39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύοντο, εἰ δύναιντο ἐκσῶσαι τὸ πλοῖον.
And when it became day, they did not recognize the land, but they noticed a certain bay having a beach, onto which, they decided if possible, to drive the ship.
40 Καὶ τὰς ἀγκύρας περιελόντες, εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ, κατεῖχον εἰς τὸν αἰγιαλόν.
And having cast off the anchors, they left them in the sea, at the same time unfastening the bands of the rudders. And having hoisted up the foresail to the wind, they held firm for the shore.
41 Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας.
And having chanced upon a place where two seas meet, they ran the ship aground. And of course, the bow having become stuck, it remained immovable, but the stern was coming apart by the force of the waves.
42 Τῶν δὲ στρατιωτῶν, βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ.
And a decision of the soldiers developed that they should kill the prisoners, lest any man, having swam away, might escape.
43 Ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν, ἀπορίψαντας πρώτους, ἐπὶ τὴν γῆν ἐξιέναι,
But the centurion, wanting to save Paul, prevented them from their purpose, and commanded those who were able to swim, having first jumped out, to go to the land,
44 καὶ τοὺς λοιποὺς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο, πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
and the remaining, some on boards, and some on any of the things from the ship. And so it came to pass for all to be saved to the land.