< Πραξεις 26 >

1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, “Ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν.” Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
亚基帕对保罗说:“准许你为自己辩护。”于是保罗用手臂示意开始了自己的辩护:
2 “Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ, μέλλων σήμερον ἀπολογεῖσθαι.
“亚基帕王,很荣幸今天能就犹太人控告我一事,在你面前进行自我辩护。
3 Μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους, ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
尤其是你熟悉犹太人的所有规则和习俗,所以恳请你耐心听取我说的话。
4 Τὴν μὲν οὖν βίωσίν μου, ἐκ νεότητος τὴν ἀπʼ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις, ἴσασι πάντες Ἰουδαῖοι,
从我在祖国幼年时期的经历再到耶路撒冷的一切,所有犹太人都知道我的人生道路。
5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας, ἔζησα Φαρισαῖος.
他们一直以来都很了解我,如果他们肯作证,你就会知道,我一直严格遵循最严格的教派,忠于我的信仰。我按照法利赛人的方式生活。
6 Καὶ νῦν ἐπʼ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας, γενομένης ὑπὸ τοῦ ˚Θεοῦ, ἕστηκα κρινόμενος,
现在我之所以站在这里受审,就是因为上帝向祖先们承诺的希望。
7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ, νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ.
我们的十二族群始终虔诚地服侍上帝,都是盼望这希望可以实现。是的,国王陛下,犹太人控告我也是因为这希望。
8 Τί ἄπιστον κρίνεται παρʼ ὑμῖν, εἰ ὁ ˚Θεὸς νεκροὺς ἐγείρει;
为什么你们认为,上帝让死人复活是不可思议的事情呢?
9 Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα ˚Ἰησοῦ τοῦ Ναζωραίου, δεῖν πολλὰ ἐναντία πρᾶξαι.
我以前也真的相信,自己应该想方设法反对拿撒勒人耶稣之名。
10 Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν, κατήνεγκα ψῆφον.
我在耶路撒冷就是这么做的。我在祭司长的授权下,把很多信徒扔进监牢,在他们被杀的时候,我也完全同意。
11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς, πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
我让他们在所有的犹太教堂受到惩罚,试图让他们放弃。 我非常反对他们,我到国外的城市去迫害他们。
12 Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν, μετʼ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων,
但有一天,我得到祭司长的授权和指令去往大马士革。
13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, Βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.
国王陛下,就在那天中午,我在路上看见来自天上的一道光,比太阳更明亮,照耀着我和其他同伴。
14 Πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν, λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, ‘Σαοὺλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.’
我们都伏倒在地,然后我听见有声音用希伯来语对我说:‘扫罗啊,扫罗!你为什么迫害我?你是很难对抗我的!’
15 Ἐγὼ δὲ εἶπα, ‘Τίς εἶ, κύριε;’ Ὁ δὲ ˚Κύριος εἶπεν, ‘Ἐγώ εἰμι ˚Ἰησοῦς, ὃν σὺ διώκεις.
我问到:‘主啊,你是谁?’ 主说:‘我就是你所迫害的耶稣。
16 Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
但现在起来吧。我之所以要向你显现,是为了指认你为我的仆人,为我见证,告诉其他人你如何看到我,以及我向你显化的一切。
17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε,
我要把你从同胞和异教徒那里拯救出来,现在我就派你到他们那里去,
18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν ˚Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.’
开启他们的双眼,让他们从黑暗转向光明,从撒旦的控制转向上帝,这样他们的罪恶才会得到赦免,那些因信我而正确行事之人,才会被包含其中。’
19 Ὅθεν, Βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
亚基帕王啊,很显然,我没有违背这来自天堂的异象。
20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε, καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν ˚Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
我先在大马士革、耶路撒冷、犹太全地向众人宣讲这忏悔之道,然后又向异教徒宣讲:关于如何转信上帝,通过行动彰显他们的悔改。
21 Ἕνεκα τούτων, με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι.
犹太人就是因此在圣殿中捉拿我,想要杀我。
22 Ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ ˚Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης, ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς,
但我获得了上帝的眷顾,所以今天还能站在众人面前,包括普通百姓和尊贵之人。我所言只是重复了摩西和先知所讲必然发生之事,
23 εἰ παθητὸς ὁ ˚Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.”
那就是基督必须受难,然后率先死而复生,向犹太人和异教徒宣告上帝的拯救之光。”
24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, “Μαίνῃ, Παῦλε! Τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει!”
保罗的自我辩护说到这里,非斯都大声说:“保罗!你疯了!你的学问让你疯了!”
25 Ὁ δὲ Παῦλος, “Οὐ μαίνομαι”, φησίν, “κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
保罗回答:“非斯都大人,我没有疯,我说的都是真实,都是言之有理。
26 Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τι τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
国王意识到了这一点,我只是很坦白地解释而已。我相信他知道到底发生了什么,因为这种事情无法躲躲藏藏。
27 Πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.”
亚基帕王啊,你相信先知所言吗?我知道你信!”
28 Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον, “Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι;”
亚基帕问保罗说:“你认为自己能这么快就说服我变成基督徒吗?”
29 Ὁ δὲ Παῦλος, “Εὐξαίμην ἂν τῷ ˚Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.”
保罗回答:“无论时间长短,都没有关系。我不止为你向上帝祈祷,更包括今天希望像我一样的所有听众,只是不应该有这锁链。”
30 Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
亚基帕王、总督、百尼基以及在座的所有人都站起来,然后离开了法庭,
31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες, ὅτι “Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι πράσσει ὁ ἄνθρωπος οὗτος.”
召开了一次会议。他们的结论是:“这个人并没有犯下任何应处死或监禁的罪行。”
32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, “Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.”
亚基帕对非斯都说:“如果他没有请求向凯撒上诉,就可以释放了。”

< Πραξεις 26 >