< Πραξεις 2 >
1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό.
και εν τω συμπληρουσθαι την ημεραν τησ πεντηκοστησ ησαν απαντεσ ομοθυμαδον επι το αυτο
2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.
και εγενετο αφνω εκ του ουρανου ηχοσ ωσπερ φερομενησ πνοησ βιαιασ και επληρωσεν ολον τον οικον ου ησαν καθημενοι
3 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν.
και ωφθησαν αυτοισ διαμεριζομεναι γλωσσαι ωσει πυροσ εκαθισεν τε εφ ενα εκαστον αυτων
4 Καὶ ἐπλήσθησαν πάντες ˚Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ ˚Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
και επλησθησαν απαντεσ πνευματοσ αγιου και ηρξαντο λαλειν ετεραισ γλωσσαισ καθωσ το πνευμα εδιδου αυτοισ αποφθεγγεσθαι
5 Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.
ησαν δε εν ιερουσαλημ κατοικουντεσ ιουδαιοι ανδρεσ ευλαβεισ απο παντοσ εθνουσ των υπο τον ουρανον
6 Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
γενομενησ δε τησ φωνησ ταυτησ συνηλθεν το πληθοσ και συνεχυθη οτι ηκουον εισ εκαστοσ τη ιδια διαλεκτω λαλουντων αυτων
7 Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες, “Οὐχ ἰδοὺ, ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
εξισταντο δε παντεσ και εθαυμαζον λεγοντεσ προσ αλληλουσ ουκ ιδου παντεσ ουτοι εισιν οι λαλουντεσ γαλιλαιοι
8 Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν;
και πωσ ημεισ ακουομεν εκαστοσ τη ιδια διαλεκτω ημων εν η εγεννηθημεν
9 Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
παρθοι και μηδοι και ελαμιται και οι κατοικουντεσ την μεσοποταμιαν ιουδαιαν τε και καππαδοκιαν ποντον και την ασιαν
10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
φρυγιαν τε και παμφυλιαν αιγυπτον και τα μερη τησ λιβυησ τησ κατα κυρηνην και οι επιδημουντεσ ρωμαιοι ιουδαιοι τε και προσηλυτοι
11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες– ἀκούομεν λαλούντων αὐτῶν, ταῖς ἡμετέραις γλώσσαις, τὰ μεγαλεῖα τοῦ ˚Θεοῦ.”
κρητεσ και αραβεσ ακουομεν λαλουντων αυτων ταισ ημετεραισ γλωσσαισ τα μεγαλεια του θεου
12 Ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, “Τί θέλει τοῦτο εἶναι;”
εξισταντο δε παντεσ και διηπορουν αλλοσ προσ αλλον λεγοντεσ τι αν θελοι τουτο ειναι
13 Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι “Γλεύκους μεμεστωμένοι εἰσίν.”
ετεροι δε χλευαζοντεσ ελεγον οτι γλευκουσ μεμεστωμενοι εισιν
14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς: “Ἄνδρες, Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
σταθεισ δε πετροσ συν τοισ ενδεκα επηρεν την φωνην αυτου και απεφθεγξατο αυτοισ ανδρεσ ιουδαιοι και οι κατοικουντεσ ιερουσαλημ απαντεσ τουτο υμιν γνωστον εστω και ενωτισασθε τα ρηματα μου
15 Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
ου γαρ ωσ υμεισ υπολαμβανετε ουτοι μεθυουσιν εστιν γαρ ωρα τριτη τησ ημερασ
16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ:
αλλα τουτο εστιν το ειρημενον δια του προφητου ιωηλ
17 ‘Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις’, λέγει ὁ ˚Θεός, ‘ἐκχεῶ ἀπὸ τοῦ ˚Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·
και εσται εν ταισ εσχαταισ ημεραισ λεγει ο θεοσ εκχεω απο του πνευματοσ μου επι πασαν σαρκα και προφητευσουσιν οι υιοι υμων και αι θυγατερεσ υμων και οι νεανισκοι υμων ορασεισ οψονται και οι πρεσβυτεροι υμων ενυπνια ενυπνιασθησονται
18 καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ ˚Πνεύματός μου, καὶ προφητεύσουσιν.
και γε επι τουσ δουλουσ μου και επι τασ δουλασ μου εν ταισ ημεραισ εκειναισ εκχεω απο του πνευματοσ μου και προφητευσουσιν
19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ.
και δωσω τερατα εν τω ουρανω ανω και σημεια επι τησ γησ κατω αιμα και πυρ και ατμιδα καπνου
20 Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν ˚Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
ο ηλιοσ μεταστραφησεται εισ σκοτοσ και η σεληνη εισ αιμα πριν η ελθειν την ημεραν κυριου την μεγαλην και επιφανη
21 Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα ˚Κυρίου σωθήσεται.’
και εσται πασ οσ αν επικαλεσηται το ονομα κυριου σωθησεται
22 Ἄνδρες, Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους: ˚Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ ˚Θεοῦ εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ ˚Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.
ανδρεσ ισραηλιται ακουσατε τουσ λογουσ τουτουσ ιησουν τον ναζωραιον ανδρα απο του θεου αποδεδειγμενον εισ υμασ δυναμεσιν και τερασιν και σημειοισ οισ εποιησεν δι αυτου ο θεοσ εν μεσω υμων καθωσ και αυτοι οιδατε
23 Τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ ˚Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε.
τουτον τη ωρισμενη βουλη και προγνωσει του θεου εκδοτον λαβοντεσ δια χειρων ανομων προσπηξαντεσ ανειλετε
24 Ὃν ὁ ˚Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ.
ον ο θεοσ ανεστησεν λυσασ τασ ωδινασ του θανατου καθοτι ουκ ην δυνατον κρατεισθαι αυτον υπ αυτου
25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, ‘Προορώμην τὸν ˚Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
δαυιδ γαρ λεγει εισ αυτον προωρωμην τον κυριον ενωπιον μου δια παντοσ οτι εκ δεξιων μου εστιν ινα μη σαλευθω
26 Διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι·
δια τουτο ευφρανθη η καρδια μου και ηγαλλιασατο η γλωσσα μου ετι δε και η σαρξ μου κατασκηνωσει επ ελπιδι
27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἍΙδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. (Hadēs )
οτι ουκ εγκαταλειψεισ την ψυχην μου εισ αδου ουδε δωσεισ τον οσιον σου ιδειν διαφθοραν (Hadēs )
28 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.’
εγνωρισασ μοι οδουσ ζωησ πληρωσεισ με ευφροσυνησ μετα του προσωπου σου
29 Ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
ανδρεσ αδελφοι εξον ειπειν μετα παρρησιασ προσ υμασ περι του πατριαρχου δαυιδ οτι και ετελευτησεν και εταφη και το μνημα αυτου εστιν εν ημιν αχρι τησ ημερασ ταυτησ
30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ‘ὅρκῳ ὤμοσεν αὐτῷ ὁ ˚Θεὸς’, ‘ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ’.
προφητησ ουν υπαρχων και ειδωσ οτι ορκω ωμοσεν αυτω ο θεοσ εκ καρπου τησ οσφυοσ αυτου το κατα σαρκα αναστησειν τον χριστον καθισαι επι του θρονου αυτου
31 Προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ ˚Χριστοῦ ὅτι ‘οὔτε ἐγκατελείφθη εἰς ἍΙδην’, οὔτε ἡ σὰρξ αὐτοῦ ‘εἶδεν διαφθοράν’. (Hadēs )
προιδων ελαλησεν περι τησ αναστασεωσ του χριστου οτι ου κατελειφθη η ψυχη αυτου εισ αδου ουδε η σαρξ αυτου ειδεν διαφθοραν (Hadēs )
32 Τοῦτον τὸν ˚Ἰησοῦν ἀνέστησεν ὁ ˚Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
τουτον τον ιησουν ανεστησεν ο θεοσ ου παντεσ ημεισ εσμεν μαρτυρεσ
33 Τῇ δεξιᾷ οὖν τοῦ ˚Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.
τη δεξια ουν του θεου υψωθεισ την τε επαγγελιαν του αγιου πνευματοσ λαβων παρα του πατροσ εξεχεεν τουτο ο νυν υμεισ βλεπετε και ακουετε
34 Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, ‘Εἶπεν ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου,
ου γαρ δαυιδ ανεβη εισ τουσ ουρανουσ λεγει δε αυτοσ ειπεν ο κυριοσ τω κυριω μου καθου εκ δεξιων μου
35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”’
εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
36 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ ˚Κύριον αὐτὸν καὶ ˚Χριστὸν ἐποίησεν ὁ ˚Θεός, τοῦτον τὸν ˚Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.”
ασφαλωσ ουν γινωσκετω πασ οικοσ ισραηλ οτι και κυριον και χριστον αυτον ο θεοσ εποιησεν τουτον τον ιησουν ον υμεισ εσταυρωσατε
37 Ἀκούσαντες δὲ, κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, “Τί ποιήσωμεν, ἄνδρες, ἀδελφοί;”
ακουσαντεσ δε κατενυγησαν τη καρδια ειπον τε προσ τον πετρον και τουσ λοιπουσ αποστολουσ τι ποιησομεν ανδρεσ αδελφοι
38 Πέτρος δὲ πρὸς αὐτούς, “Μετανοήσατε”, φησίν, “καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου ˚Πνεύματος.
πετροσ δε εφη προσ αυτουσ μετανοησατε και βαπτισθητω εκαστοσ υμων επι τω ονοματι ιησου χριστου εισ αφεσιν αμαρτιων και ληψεσθε την δωρεαν του αγιου πνευματοσ
39 Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται ˚Κύριος, ὁ ˚Θεὸς ἡμῶν.”
υμιν γαρ εστιν η επαγγελια και τοισ τεκνοισ υμων και πασιν τοισ εισ μακραν οσουσ αν προσκαλεσηται κυριοσ ο θεοσ ημων
40 Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, “Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.”
ετεροισ τε λογοισ πλειοσιν διεμαρτυρετο και παρεκαλει λεγων σωθητε απο τησ γενεασ τησ σκολιασ ταυτησ
41 Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ψυχαὶ ὡσεὶ τρισχίλιαι.
οι μεν ουν ασμενωσ αποδεξαμενοι τον λογον αυτου εβαπτισθησαν και προσετεθησαν τη ημερα εκεινη ψυχαι ωσει τρισχιλιαι
42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων, καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου, καὶ ταῖς προσευχαῖς.
ησαν δε προσκαρτερουντεσ τη διδαχη των αποστολων και τη κοινωνια και τη κλασει του αρτου και ταισ προσευχαισ
43 Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
εγενετο δε παση ψυχη φοβοσ πολλα τε τερατα και σημεια δια των αποστολων εγινετο
44 Πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά,
παντεσ δε οι πιστευοντεσ ησαν επι το αυτο και ειχον απαντα κοινα
45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν.
και τα κτηματα και τασ υπαρξεισ επιπρασκον και διεμεριζον αυτα πασιν καθοτι αν τισ χρειαν ειχεν
46 Καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
καθ ημεραν τε προσκαρτερουντεσ ομοθυμαδον εν τω ιερω κλωντεσ τε κατ οικον αρτον μετελαμβανον τροφησ εν αγαλλιασει και αφελοτητι καρδιασ
47 αἰνοῦντες τὸν ˚Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ ˚Κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ἐπὶ τὸ αὐτό.
αινουντεσ τον θεον και εχοντεσ χαριν προσ ολον τον λαον ο δε κυριοσ προσετιθει τουσ σωζομενουσ καθ ημεραν τη εκκλησια