< Πραξεις 19 >
1 Ἐγένετο δὲ ἐν τῷ, τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, κατελθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς,
It happened that, while Apollos was at Corinth, Paul, having passed through the upper country, came to Ephesus, and found certain disciples.
2 εἶπέν τε πρὸς αὐτούς, “Εἰ ˚Πνεῦμα Ἅγιον ἐλάβετε, πιστεύσαντες;” Οἱ δὲ πρὸς αὐτόν, “Ἀλλʼ οὐδʼ εἰ ˚Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν.”
He said to them, "Did you receive the Holy Spirit when you believed?" They said to him, "No, we have not even heard that there is a Holy Spirit."
3 Εἶπέν τε, “Εἰς τί οὖν ἐβαπτίσθητε;” Οἱ δὲ εἶπαν, “Εἰς τὸ Ἰωάννου βάπτισμα.”
He said, "Into what then were you baptized?" They said, "Into John's baptism."
4 Εἶπεν δὲ Παῦλος, “Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν τοῦτʼ ἔστιν εἰς τὸν ˚Ἰησοῦν.”
Paul said, "John indeed baptized with the baptism of repentance, saying to the people that they should believe in the one who would come after him, that is, in Jesus."
5 Ἀκούσαντες δὲ, ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
When they heard this, they were baptized in the name of the Lord Jesus.
6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας, ἦλθε τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
When Paul had laid his hands on them, the Holy Spirit came on them, and they spoke with other tongues and prophesied.
7 Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα.
They were about twelve men in all.
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.
He entered into the synagogue, and spoke boldly for a period of three months, reasoning and persuading about the things concerning the Kingdom of God.
9 Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
But when some were hardened and disobedient, speaking evil of the Way before the crowd, he departed from them, and separated the disciples, reasoning daily in the school of Tyrannus.
10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ˚Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.
This continued for two years, so that all those who lived in Asia heard the word of the Lord Jesus, both Jews and Greeks.
11 Δυνάμεις τε οὐ τὰς τυχούσας, ὁ ˚Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
God worked special miracles by the hands of Paul,
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι.
so that even handkerchiefs or aprons were carried away from his body to the sick, and the evil spirits went out.
13 Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ λέγοντες, “Ὁρκίζω ὑμᾶς, τὸν ˚Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.”
But some of the itinerant Jews, exorcists, took on themselves to invoke over those who had the evil spirits the name of the Lord Jesus, saying, "I adjure you by Jesus whom Paul preaches."
14 Ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες.
There were seven sons of one Sceva, a Jewish chief priest, who did this.
15 Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς, “Τὸν ˚Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;”
The evil spirit answered, "Jesus I know, and Paul I know, but who are you?"
16 Καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας ἀμφοτέρων, ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
And the man in whom the evil spirit was, having leapt on them, having overpowered them all, prevailed against them so that they fled from that house naked and wounded.
17 Τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν, Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
This became known to all, both Jews and Greeks, who lived at Ephesus. Fear fell on them all, and the name of the Lord Jesus was magnified.
18 Πολλοί τε τῶν πεπιστευκότων, ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
Many also of those who had believed came, confessing, and declaring their deeds.
19 Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων. Καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
Many of those who practiced magical arts brought their books together and burned them in the sight of all. They counted the price of them, and found it to be fifty thousand pieces of silver.
20 Οὕτως κατὰ κράτος τοῦ ˚Κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
So the word of the Lord was growing and becoming mighty.
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ ˚Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα εἰπὼν, ὅτι “Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.”
Now after these things had ended, Paul determined in the spirit, when he had passed through Macedonia and Achaia, to go to Jerusalem, saying, "After I have been there, I must also see Rome."
22 Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν, δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
Having sent into Macedonia two of those who served him, Timothy and Erastus, he himself stayed in Asia for a while.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον, τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
About that time there arose no small stir concerning the Way.
24 Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν,
For a certain man named Demetrius, a silversmith, who made silver shrines of Artemis, brought no little business to the craftsmen,
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, “Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν.
whom he gathered together, with the workmen of like occupation, and said, "Sirs, you know that by this business we have our wealth.
26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας, μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι.
You see and hear, that not at Ephesus alone, but almost throughout all Asia, this Paul has persuaded and turned away many people, saying that they are no gods, that are made with hands.
27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.”
Not only is there danger that this our trade come into disrepute; but also that the temple of the great goddess Artemis will be counted as nothing, and that she should even be deposed from her magnificence, whom all Asia and the world worships."
28 Ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.”
When they heard this they were filled with anger, and began to shout, saying, "Great is Artemis of the Ephesians."
29 Καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
The city was filled with confusion, and they rushed with one accord into the theater, having seized Gaius and Aristarchus, Macedonians, Paul's companions in travel.
30 Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.
When Paul wanted to enter in to the people, the disciples did not allow him.
31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
And also some of the Asiarchs, who were his friends, sent to him and urged him not to venture into the theater.
32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
Some therefore shouted one thing, and some another, for the assembly was in confusion. Most of them did not know why they had come together.
33 Ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
They brought Alexander out of the crowd, the Jews putting him forward. Alexander beckoned with his hand, and would have made a defense to the people.
34 Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, “Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων!”
But when they perceived that he was a Jew, all with one voice for a time of about two hours shouted, "Great is Artemis of the Ephesians."
35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, “Ἄνδρες, Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
When the town clerk had quieted the crowd, he said, "You men of Ephesus, is there anyone who does not know that the city of the Ephesians is temple keeper of the great Artemis, and of the image which fell down from Zeus?
36 Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν.
Seeing then that these things cannot be denied, you ought to be quiet, and to do nothing rash.
37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
For you have brought these men here, who are neither robbers of temples nor blasphemers of our goddess.
38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
If therefore Demetrius and the craftsmen who are with him have a matter against anyone, the courts are open, and there are proconsuls. Let them press charges against one another.
39 Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
But if you seek anything further, it will be settled in the regular assembly.
40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.”
For indeed we are in danger of being accused concerning this day's riot, there being no cause. Concerning it, we would not be able to give an account of this commotion."
41 Καὶ ταῦτα εἰπὼν, ἀπέλυσεν τὴν ἐκκλησίαν.
When he had thus spoken, he dismissed the assembly.