< Πραξεις 10 >
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ Σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Now [there was] a certain man in Cæsarea, Cornelius by name, a centurion of the band called the Italian [band],
2 εὐσεβὴς καὶ φοβούμενος τὸν ˚Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ ˚Θεοῦ διὰ παντός.
a devout man, and one that feared God with all his house, who gave much alms to the people, and prayed to God always.
3 Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ ˚Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, “Κορνήλιε!”
He saw in a vision openly, as it were about the ninth hour of the day, an angel of God coming in unto him, and saying to him, Cornelius.
4 Ὁ δὲ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, “Τί ἐστιν, κύριε;” Εἶπεν δὲ αὐτῷ, “Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ ˚Θεοῦ.
And he, fastening his eyes upon him, and being affrighted, said, What is it, Lord? And he said unto him, Thy prayers and thine alms are gone up for a memorial before God.
5 Καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος.
And now send men to Joppa, and fetch one Simon, who is surnamed Peter:
6 Οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.”
he lodgeth with one Simon a tanner, whose house is by the sea side.
7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
And when the angel that spake unto him was departed, he called two of his household-servants, and a devout soldier of them that waited on him continually;
8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
and having rehearsed all things unto them, he sent them to Joppa.
9 Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην.
Now on the morrow, as they were on their journey, and drew nigh unto the city, Peter went up upon the housetop to pray, about the sixth hour:
10 Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι, παρασκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπʼ αὐτὸν ἔκστασις,
and he became hungry, and desired to eat: but while they made ready, he fell into a trance;
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς,
and he beholdeth the heaven opened, and a certain vessel descending, as it were a great sheet, let down by four corners upon the earth:
12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα, καὶ ἑρπετὰ τῆς γῆς, καὶ πετεινὰ τοῦ οὐρανοῦ.
wherein were all manner of fourfooted beasts and creeping things of the earth and birds of the heaven.
13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν: “Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε!”
And there came a voice to him, Rise, Peter; kill and eat.
14 Ὁ δὲ Πέτρος εἶπεν, “Μηδαμῶς, ˚Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.”
But Peter said, Not so, Lord; for I have never eaten anything that is common and unclean.
15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν: “Ἃ ὁ ˚Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.”
And a voice [came] unto him again the second time, What God hath cleansed, make not thou common.
16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
And this was done thrice: and straightway the vessel was received up into heaven.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα.
Now while Peter was much perplexed in himself what the vision which he had seen might mean, behold, the men that were sent by Cornelius, having made inquiry for Simon’s house, stood before the gate,
18 Καὶ φωνήσαντες, ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται.
and called and asked whether Simon, who was surnamed Peter, were lodging there.
19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν τὸ ˚Πνεῦμα, αὐτῷ, “Ἰδοὺ, ἄνδρες τρεῖς ζητοῦσίν σε.
And while Peter thought on the vision, the Spirit said unto him, Behold, three men seek thee.
20 Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς.”
But arise, and get thee down, and go with them, nothing doubting: for I have sent them.
21 Καταβὰς δὲ, Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν, “Ἰδοὺ, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία διʼ ἣν πάρεστε;”
And Peter went down to the men, and said, Behold, I am he whom ye seek: what is the cause wherefore ye are come?
22 Οἱ δὲ εἶπαν, “Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν ˚Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.”
And they said, Cornelius a centurion, a righteous man and one that feareth God, and well reported of by all the nation of the Jews, was warned [of God] by a holy angel to send for thee into his house, and to hear words from thee.
23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς, ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ.
So he called them in and lodged them. And on the morrow he arose and went forth with them, and certain of the brethren from Joppa accompanied him.
24 Τῇ δὲ ἐπαύριον, εἰσῆλθεν εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
And on the morrow they entered into Cæsarea. And Cornelius was waiting for them, having called together his kinsmen and his near friends.
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν.
And when it came to pass that Peter entered, Cornelius met him, and fell down at his feet, and worshipped him.
26 Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων, “Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.”
But Peter raised him up, saying, Stand up; I myself also am a man.
27 Καὶ συνομιλῶν αὐτῷ, εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς.
And as he talked with him, he went in, and findeth many come together:
28 Ἔφη τε πρὸς αὐτούς, “Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Κἀμοὶ ὁ ˚Θεὸς ἔδειξεν, μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.
and he said unto them, Ye yourselves know how it is an unlawful thing for a man that is a Jew to join himself or come unto one of another nation; and [yet] unto me hath God showed that I should not call any man common or unclean:
29 Διὸ καὶ ἀναντιρρήτως ἦλθον, μεταπεμφθείς. Πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;”
wherefore also I came without gainsaying, when I was sent for. I ask therefore with what intent ye sent for me.
30 Καὶ ὁ Κορνήλιος ἔφη, “Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας, ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
And Cornelius said, Four days ago, until this hour, I was keeping the ninth hour of prayer in my house; and behold, a man stood before me in bright apparel,
31 καὶ φησίν, ‘Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ ˚Θεοῦ.
and saith, Cornelius, thy prayer is heard, and thine alms are had in remembrance in the sight of God.
32 Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως παρὰ θάλασσαν.’
Send therefore to Joppa, and call unto thee Simon, who is surnamed Peter; he lodgeth in the house of Simon a tanner, by the sea side.
33 Ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ ˚Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ ˚Κυρίου.”
Forthwith therefore I sent to thee; and thou hast well done that thou art come. Now therefore we are all here present in the sight of God, to hear all things that have been commanded thee of the Lord.
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, “Ἐπʼ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ ˚Θεός,
And Peter opened his mouth, and said, Of a truth I perceive that God is no respecter of persons:
35 ἀλλʼ ἐν παντὶ ἔθνει, ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.
but in every nation he that feareth him, and worketh righteousness, is acceptable to him.
36 Τὸν λόγον ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγελιζόμενος εἰρήνην διὰ ˚Ἰησοῦ ˚Χριστοῦ· οὗτός ἐστιν πάντων ˚Κύριος.
The word which he sent unto the children of Israel, preaching good tidings of peace by Jesus Christ (he is Lord of all)—
37 Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθʼ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
that saying ye yourselves know, which was published throughout all Judæa, beginning from Galilee, after the baptism which John preached;
38 ˚Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ ˚Θεὸς ˚Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ ˚Θεὸς ἦν μετʼ αὐτοῦ.
[even] Jesus of Nazareth, how God anointed him with the Holy Spirit and with power: who went about doing good, and healing all that were oppressed of the devil; for God was with him.
39 Καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν καὶ ἀνεῖλαν, κρεμάσαντες ἐπὶ ξύλου.
And we are witnesses of all things which he did both in the country of the Jews, and in Jerusalem; whom also they slew, hanging him on a tree.
40 Τοῦτον ὁ ˚Θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
Him God raised up the third day, and gave him to be made manifest,
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ ˚Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.
not to all the people, but unto witnesses that were chosen before of God, [even] to us, who ate and drank with him after he rose from the dead.
42 Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ ˚Θεοῦ, κριτὴς ζώντων καὶ νεκρῶν.
And he charged us to preach unto the people, and to testify that this is he who is ordained of God [to be] the Judge of the living and the dead.
43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ, πάντα τὸν πιστεύοντα εἰς αὐτόν.”
To him bear all the prophets witness, that through his name every one that believeth on him shall receive remission of sins.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
While Peter yet spake these words, the Holy Spirit fell on all them that heard the word.
45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ, ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη, ἡ δωρεὰ τοῦ Ἁγίου ˚Πνεύματος ἐκκέχυται.
And they of the circumcision that believed were amazed, as many as came with Peter, because that on the Gentiles also was poured out the gift of the Holy Spirit.
46 Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν ˚Θεόν. Τότε ἀπεκρίθη Πέτρος,
For they heard them speak with tongues, and magnify God. Then answered Peter,
47 “Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ ˚Πνεῦμα τὸ Ἅγιον ἔλαβον, ὡς καὶ ἡμεῖς;”
Can any man forbid the water, that these should not be baptized, who have received the Holy Spirit as well as we?
48 Προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ βαπτισθῆναι. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
And he commanded them to be baptized in the name of Jesus Christ. Then prayed they him to tarry certain days.