< Ιωαννου Γ΄ 1 >
1 Ὁ πρεσβύτερος· Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
作長老的寫信給親愛的該猶,就是我誠心所愛的。
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
親愛的兄弟啊,我願你凡事興盛,身體健壯,正如你的靈魂興盛一樣。
3 Ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
有弟兄來證明你心裏存的真理,正如你按真理而行,我就甚喜樂。
4 Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα.
我聽見我的兒女們按真理而行,我的喜樂就沒有比這個大的。
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ, ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους,
親愛的兄弟啊,凡你向作客旅之弟兄所行的都是忠心的。
6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις, προπέμψας ἀξίως τοῦ ˚Θεοῦ.
他們在教會面前證明了你的愛;你若配得過上帝,幫助他們往前行,這就好了。
7 Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθαν, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
因他們是為主的名出外,對於外邦人一無所取。
8 Ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
所以我們應該接待這樣的人,叫我們與他們一同為真理做工。
9 Ἔγραψά τι τῇ ἐκκλησίᾳ, ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν, Διοτρέφης, οὐκ ἐπιδέχεται ἡμᾶς.
我曾略略地寫信給教會,但那在教會中好為首的丟特腓不接待我們。
10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα, ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
所以我若去,必要提說他所行的事,就是他用惡言妄論我們。還不以此為足,他自己不接待弟兄,有人願意接待,他也禁止,並且將接待弟兄的人趕出教會。
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν ˚Θεόν.
親愛的兄弟啊,不要效法惡,只要效法善。行善的屬乎上帝;行惡的未曾見過上帝。
12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
低米丟行善,有眾人給他作見證,又有真理給他作見證,就是我們也給他作見證。你也知道我們的見證是真的。
13 Πολλὰ εἶχον γράψαι σοι, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν,
我原有許多事要寫給你,卻不願意用筆墨寫給你,
14 ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν. Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.
但盼望快快地見你,我們就當面談論。 願你平安。眾位朋友都問你安。請你替我按着姓名問眾位朋友安。