< Προς Τιμοθεον Β΄ 1 >
1 Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, διὰ θελήματος ˚Θεοῦ, κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ: χάρις, ἔλεος, εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.
3 Χάριν ἔχω τῷ ˚Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας,
4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου, Λωΐδι, καὶ τῇ μητρί σου, Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
6 Διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ ˚Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.
7 Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.
8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ ˚Κυρίου ἡμῶν, μηδὲ ἐμὲ, τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ, κατὰ δύναμιν ˚Θεοῦ,
9 τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ πρὸ χρόνων αἰωνίων, (aiōnios )
10 φανερωθεῖσαν δὲ νῦν, διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, ˚Χριστοῦ ˚Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ, καὶ ἀπόστολος, καὶ διδάσκαλος.
12 Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν, τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρʼ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
14 Τὴν καλὴν παραθήκην φύλαξον, διὰ ˚Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.
16 Δῴη ἔλεος ὁ ˚Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,
17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαίως ἐζήτησέν με καὶ εὗρεν
18 (δῴη αὐτῷ ὁ ˚Κύριος, εὑρεῖν ἔλεος παρὰ ˚Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ), καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.