< Προς Θεσσαλονικεις Β΄ 1 >
1 Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος· τῇ ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν ˚Θεῷ Πατρὶ ἡμῶν καὶ ˚Κυρίῳ ˚Ἰησοῦ ˚Χριστῷ:
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
3 Εὐχαριστεῖν ὀφείλομεν τῷ ˚Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν, καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου, πάντων ὑμῶν, εἰς ἀλλήλους,
4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι, ἐν ταῖς ἐκκλησίαις τοῦ ˚Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν, καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν, καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ ˚Θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ ˚Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,
6 εἴπερ δίκαιον παρὰ ˚Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν,
7 καὶ ὑμῖν τοῖς θλιβομένοις, ἄνεσιν μεθʼ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ ˚Κυρίου ˚Ἰησοῦ ἀπʼ οὐρανοῦ, μετʼ ἀγγέλων δυνάμεως αὐτοῦ,
8 ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι ˚Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ, ˚Χριστοῦ·
9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ ˚Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, (aiōnios )
10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφʼ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11 Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ ˚Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει,
12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ, ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ ˚Θεοῦ ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.