< Προς Θεσσαλονικεις Β΄ 2 >

1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν,
弟兄们,论到我们主耶稣基督降临和我们到他那里聚集,
2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε διʼ ἐπιστολῆς, ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ ˚Κυρίου.
我劝你们:无论有灵、有言语、有冒我名的书信,说主的日子现在到了,不要轻易动心,也不要惊慌。
3 Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,
人不拘用什么法子,你们总不要被他诱惑;因为那日子以前,必有离道反教的事,并有那大罪人,就是沉沦之子,显露出来。
4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ ˚Θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν ˚Θεός.
他是抵挡主,高抬自己,超过一切称为神的和一切受人敬拜的,甚至坐在 神的殿里,自称是 神。
5 Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν;
我还在你们那里的时候,曾把这些事告诉你们,你们不记得吗?
6 Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ.
现在你们也知道,那拦阻他的是什么,是叫他到了的时候才可以显露。
7 Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται.
因为那不法的隐意已经发动,只是现在有一个拦阻的,等到那拦阻的被除去,
8 Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ ˚Κύριος ˚Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
那时这不法的人必显露出来。主耶稣要用口中的气灭绝他,用降临的荣光废掉他。
9 οὗ ἐστιν ἡ παρουσία, κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους,
这不法的人来,是照撒但的运动,行各样的异能、神迹,和一切虚假的奇事,
10 καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας, τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς.
并且在那沉沦的人身上行各样出于不义的诡诈;因他们不领受爱真理的心,使他们得救。
11 Καὶ διὰ τοῦτο, πέμπει αὐτοῖς ὁ ˚Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
故此, 神就给他们一个生发错误的心,叫他们信从虚谎,
12 ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
使一切不信真理、倒喜爱不义的人都被定罪。
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ ˚Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ˚Κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ ˚Θεὸς, ἀπʼ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ ˚Πνεύματος καὶ πίστει ἀληθείας,
主所爱的弟兄们哪,我们本该常为你们感谢 神;因为他从起初拣选了你们,叫你们因信真道,又被圣灵感动,成为圣洁,能以得救。
14 εἰς ὃ ἐκάλεσεν ὑμᾶς, διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
神借我们所传的福音召你们到这地步,好得着我们主耶稣基督的荣光。
15 Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
所以,弟兄们,你们要站立得稳,凡所领受的教训,不拘是我们口传的,是信上写的,都要坚守。
16 Αὐτὸς δὲ ὁ ˚Κύριος ἡμῶν, ˚Ἰησοῦς ˚Χριστὸς, καὶ ὁ ˚Θεὸς ὁ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, (aiōnios g166)
但愿我们主耶稣基督和那爱我们、开恩将永远的安慰并美好的盼望赐给我们的父 神, (aiōnios g166)
17 παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.
安慰你们的心,并且在一切善行善言上坚固你们。

< Προς Θεσσαλονικεις Β΄ 2 >