< Προς Κορινθιους Β΄ 1 >

1 Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ:
Paul, the apostle of Jesus Christ through the will of God, and brother Timothy, to the church of God which is at Corinth, along with all the saints who are in all Achaia:
2 χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
Grace to you and peace from God our Father and our Lord Jesus Christ.
3 Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ ˚Θεὸς πάσης παρακλήσεως,
Blessed is the God and Father of our Lord Jesus Christ, the Father of mercies and the God of all consolation;
4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ ˚Θεοῦ.
the one comforting us in all our tribulation, in order that we may be able to comfort those in all tribulation, through the consolation with which we ourselves are comforted of God,
5 Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ ˚Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ ˚Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
because as the sufferings of Christ abound in us, so our consolation through Christ also abounds.
6 Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν.
But if we are troubled it is in behalf of your consolation and salvation; if we are comforted, it is in behalf of your consolation, working in you through the endurance of the same sufferings which we also suffer.
7 Καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.
And our hope is stedfast in your behalf; knowing that, as you are the partakers of the sufferings, so you are also of the consolation.
8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.
For we do not wish you to be ignorant, brethren, concerning our affliction taking place in Asia, because we were burthened exceedingly, above our power, so that we despaired even of living:
9 Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς, ἀλλʼ ἐπὶ τῷ ˚Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς·
but we had the answer of death in ourselves, in order that we might not trust in ourselves, but in God who raised the dead:
10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,
who delivered us from so great a death, and will deliver: in whom he have hope that he will also yet deliver;
11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων, τὸ εἰς ἡμᾶς χάρισμα, διὰ πολλῶν, εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
you also cooperating in our behalf in prayer; in order that, the gift which is bestowed upon us from many persons, may through many be a source of thanks given in our behalf.
12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν: τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ ˚Θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλʼ ἐν χάριτι ˚Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.
For our boasting is this, the testimony of our conscience, that in holiness and purity of God, not in carnal wisdom, but in the grace of God, we have sojourned in the world, and especially towards you.
13 Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,
For we do not write other things to you, but those things which you read and know, and I hope that you will know them perfectly:
14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ˚Ἰησοῦ.
as you have also known us in part, because we are your glorying, as you ours in the day of the Lord Jesus.
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον, πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε,
And in this confidence I wished to come unto you sooner, that you may have a second grace;
16 καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.
and through you to go unto Macedonia, and again from Macedonia to come to you, and by you to be sent forward into Judea.
17 Τοῦτο οὖν βουλόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ “Ναὶ, ναὶ”, καὶ τὸ “Οὒ, οὔ;”
Then wishing this, whether did I use lightness of purpose? or the things which I counsel, do I counsel according to the flesh, in order that it may be with me yes yes and no no?
18 Πιστὸς δὲ ὁ ˚Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς, οὐκ ἔστιν “Ναὶ” καὶ “Οὔ”.
But God is faithful, that our word which is to you is not yes and no.
19 Ὁ τοῦ ˚Θεοῦ γὰρ Υἱὸς, ˚Ἰησοῦς ˚Χριστὸς, ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ, καὶ Σιλουανοῦ, καὶ Τιμοθέου, οὐκ ἐγένετο “Ναὶ” καὶ “Οὒ”, ἀλλὰ “Ναὶ” ἐν αὐτῷ γέγονεν.
For Christ Jesus, the Son of God, the one being preached by us, through me and Silvanus and Timothy, was not yes and no, but it was yes in him.
20 Ὅσαι γὰρ ἐπαγγελίαι ˚Θεοῦ, ἐν αὐτῷ τὸ “Ναί”. Διὸ καὶ διʼ αὐτοῦ, τὸ “Ἀμὴν”, τῷ ˚Θεῷ πρὸς δόξαν διʼ ἡμῶν.
For so many promises of God, in Him are yes; therefore indeed through him they are Amen unto the glory to God through us.
21 Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς ˚Χριστὸν καὶ χρίσας ἡμᾶς ˚Θεός,
But the one confirming us along with you unto Christ, and having anointed us, is God.
22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ ˚Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
Who also having sealed us, and given us the earnest of the Spirit in our hearts.
23 Ἐγὼ δὲ μάρτυρα τὸν ˚Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.
But I call God to witness to my soul, that sparing you I did not yet come into Corinth:
24 Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.
not that we domineer over your faith, but we are fellow-workers of your joy: for by faith you stand.

< Προς Κορινθιους Β΄ 1 >