< Προς Κορινθιους Β΄ 7 >

1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ ˚Θεοῦ.
亲爱的朋友们,由于我们做出了这样的承诺,就应该洁净自己,除去身体和心灵上的一切污秽,通过敬畏上帝达成圣洁。
2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
请接纳我们作为你们的朋友!我们未做过任何措施,没有让任何人堕落,也没有利用过谁。
3 Πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε, εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
我这样说不是为了定你们的罪,正如我之前所说,你们对我们如此重要,我们与你们可以同生共死。
4 Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
我愿为你们振臂高呼,因为你们让我感到如此光荣。你们就是对我最大的激励,尽管我们经历各种患难,你们让我格外欢喜。
5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι– ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
我们抵达马其顿的时候,没有感到片刻的安宁。相反,我们受到了来自各方的攻击,外有争战,内有恐惧。
6 Ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ὁ ˚Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
尽管如此,上帝总能给沮丧之人带来鼓励。提多的到来就是我们最大的安慰。
7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
我们的安慰不仅因为他的到来,还因为你们给予他的鼓励。他告诉我们,你们渴望见到我,还因为我而感到难过和忧愁,这让我更加欢喜。
8 Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι. Εἰ καὶ μετεμελόμην (βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς)
尽管我写的那封信让你们忧伤,但我并不后悔——其实我曾经感到后悔,因为那封信伤害了你们,但只是很短的一段时间。
9 νῦν χαίρω οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ ˚Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
现在我很快乐,不是因为伤害你们,而是因为这种痛苦让你们改变了心意。你们按照上帝的旨意感到难过,所以不会因为我们而受到任何伤害。
10 Ἡ γὰρ κατὰ ˚Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη, θάνατον κατεργάζεται.
上帝希望我们感受到的忧伤,让我们可以改变心意,获得救赎。这种忧伤不会留下遗憾,但世俗的忧伤却会招致死亡。
11 Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ ˚Θεὸν λυπηθῆναι, πόσην κατειργάσατο ὑμῖν σπουδήν: ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν! Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
当你们依照上帝的旨意感受到了这种忧伤,看看你们都发生了什么。还记得你们变得多么热情,渴望为自己辩护,对已经发生的事情感到愤怒,认真对待这一切,渴望做正确的事情,关注自己是谁,渴望实现正义。你们通过所有这些改变,表明你们多么诚心地渴望恢复良善正直。
12 Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλʼ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν, τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ ˚Θεοῦ.
因此,以往我写信给你们,并未讨论谁做错事或被错误对待,而是表达了你们如何在上帝的面前为我们做出奉献。
13 Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν, περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν.
这让我们备受鼓舞。我们除了感受到鼓舞之外,还很高兴看到提多的欢喜,因为你们让他心安。
14 Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
我向他夸赞你们,你们没有让我失望。我对你们所说的都是真话,同样,我向提多夸赞你们也是出自真心。
15 Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν, ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
提多还记起你们如何按照他所说的行事,如何以尊重的方式迎接他。这让他更加关爱你们。
16 Χαίρω ὅτι ἐν παντὶ, θαρρῶ ἐν ὑμῖν.
很高兴我可以对你们怀有充分的信心。

< Προς Κορινθιους Β΄ 7 >