< Προς Κορινθιους Β΄ 4 >
1 Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν.
δια τουτο εχοντεσ την διακονιαν ταυτην καθωσ ηλεηθημεν ουκ εκκακουμεν
2 Ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ ˚Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας, συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ ˚Θεοῦ.
αλλα απειπαμεθα τα κρυπτα τησ αισχυνησ μη περιπατουντεσ εν πανουργια μηδε δολουντεσ τον λογον του θεου αλλα τη φανερωσει τησ αληθειασ συνιστωντεσ εαυτουσ προσ πασαν συνειδησιν ανθρωπων ενωπιον του θεου
3 Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
ει δε και εστιν κεκαλυμμενον το ευαγγελιον ημων εν τοισ απολλυμενοισ εστιν κεκαλυμμενον
4 ἐν οἷς ὁ ˚θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ ˚Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ ˚Θεοῦ. (aiōn )
εν οισ ο θεοσ του αιωνοσ τουτου ετυφλωσεν τα νοηματα των απιστων εισ το μη αυγασαι αυτοισ τον φωτισμον του ευαγγελιου τησ δοξησ του χριστου οσ εστιν εικων του θεου (aiōn )
5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ ˚Ἰησοῦν ˚Χριστὸν ˚Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ ˚Ἰησοῦν.
ου γαρ εαυτουσ κηρυσσομεν αλλα χριστον ιησουν κυριον εαυτουσ δε δουλουσ υμων δια ιησουν
6 Ὅτι ὁ ˚Θεὸς ὁ εἰπών, “Ἐκ σκότους φῶς λάμψει”, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ ˚Θεοῦ ἐν προσώπῳ ˚Ἰησοῦ ˚Χριστοῦ.
οτι ο θεοσ ο ειπων εκ σκοτουσ φωσ λαμψαι οσ ελαμψεν εν ταισ καρδιαισ ημων προσ φωτισμον τησ γνωσεωσ τησ δοξησ του θεου εν προσωπω ιησου χριστου
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ ˚Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν·
εχομεν δε τον θησαυρον τουτον εν οστρακινοισ σκευεσιν ινα η υπερβολη τησ δυναμεωσ η του θεου και μη εξ ημων
8 ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, ἀπορούμενοι, ἀλλʼ οὐκ ἐξαπορούμενοι,
εν παντι θλιβομενοι αλλ ου στενοχωρουμενοι απορουμενοι αλλ ουκ εξαπορουμενοι
9 διωκόμενοι, ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι, ἀλλʼ οὐκ ἀπολλύμενοι,
διωκομενοι αλλ ουκ εγκαταλειπομενοι καταβαλλομενοι αλλ ουκ απολλυμενοι
10 πάντοτε τὴν νέκρωσιν τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
παντοτε την νεκρωσιν του κυριου ιησου εν τω σωματι περιφεροντεσ ινα και η ζωη του ιησου εν τω σωματι ημων φανερωθη
11 Ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ ˚Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ ˚Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
αει γαρ ημεισ οι ζωντεσ εισ θανατον παραδιδομεθα δια ιησουν ινα και η ζωη του ιησου φανερωθη εν τη θνητη σαρκι ημων
12 Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
ωστε ο μεν θανατοσ εν ημιν ενεργειται η δε ζωη εν υμιν
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, “Ἐπίστευσα, διὸ ἐλάλησα”, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
εχοντεσ δε το αυτο πνευμα τησ πιστεωσ κατα το γεγραμμενον επιστευσα διο ελαλησα και ημεισ πιστευομεν διο και λαλουμεν
14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν ˚Ἰησοῦν, καὶ ἡμᾶς σὺν ˚Ἰησοῦ ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν.
ειδοτεσ οτι ο εγειρασ τον κυριον ιησουν και ημασ δια ιησου εγερει και παραστησει συν υμιν
15 Τὰ γὰρ πάντα διʼ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων, τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ ˚Θεοῦ.
τα γαρ παντα δι υμασ ινα η χαρισ πλεονασασα δια των πλειονων την ευχαριστιαν περισσευση εισ την δοξαν του θεου
16 Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλʼ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλʼ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
διο ουκ εκκακουμεν αλλ ει και ο εξω ημων ανθρωποσ διαφθειρεται αλλ ο εσωθεν ανακαινουται ημερα και ημερα
17 Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθʼ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης, κατεργάζεται ἡμῖν, (aiōnios )
το γαρ παραυτικα ελαφρον τησ θλιψεωσ ημων καθ υπερβολην εισ υπερβολην αιωνιον βαροσ δοξησ κατεργαζεται ημιν (aiōnios )
18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. (aiōnios )
μη σκοπουντων ημων τα βλεπομενα αλλα τα μη βλεπομενα τα γαρ βλεπομενα προσκαιρα τα δε μη βλεπομενα αιωνια (aiōnios )