< Προς Κορινθιους Β΄ 2 >
1 Ἔκρινα γὰρ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.
2 Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
3 Καὶ ἔγραψα τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν, λύπην σχῶ ἀφʼ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
4 Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας, ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς.
6 Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων,
7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ, καταποθῇ ὁ τοιοῦτος.
8 Διὸ παρακαλῶ ὑμᾶς, κυρῶσαι εἰς αὐτὸν ἀγάπην.
9 Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
10 ὯΙ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, διʼ ὑμᾶς ἐν προσώπῳ ˚Χριστοῦ,
11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν ˚Κυρίῳ,
13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς, ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ ˚Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ ˚Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ, φανεροῦντι διʼ ἡμῶν ἐν παντὶ τόπῳ.
15 Ὅτι ˚Χριστοῦ εὐωδία ἐσμὲν τῷ ˚Θεῷ, ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός;
17 Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ ˚Θεοῦ, ἀλλʼ ὡς ἐξ εἰλικρινείας, ἀλλʼ ὡς ἐκ ˚Θεοῦ, κατέναντι ˚Θεοῦ ἐν ˚Χριστῷ λαλοῦμεν.