< Προς Κορινθιους Β΄ 13 >

1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. “Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.”
The third time am I coming to you. By the mouth of two or three witnesses, every matter shall be established.
2 Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν, καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.
I have foretold, and now the second time, as if I was present, though being absent, I foretell to those who have sinned, and to all others, that, if I come again, I will not spare;
3 Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος ˚Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
since you seek a proof of Christ’s speaking in me, who toward you is not weak, but who is mighty in you:
4 Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως ˚Θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως ˚Θεοῦ εἰς ὑμᾶς.
for though he was crucified in weakness, yet he lives by the power of God. For we also are weak in him, but we shall live with him by the power of God toward you.
5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι ˚Χριστὸς ˚Ἰησοῦς ἐν ὑμῖν, εἰ μήτι ἀδόκιμοί ἐστε;
Make trial of yourselves, whether you are in the faith; put yourselves to the proof. Do you not know your own selves, that Christ Jesus is in you? unless you be without proof.
6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
But I hope that you will know that we are not without proof.
7 Εὐχόμεθα δὲ πρὸς τὸν ˚Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
Yet I pray to God that you may do no evil; not that we may appear as having proof, but that you may do what is good, though we be as without proof.
8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλʼ ὑπὲρ τῆς ἀληθείας.
For we can do nothing against the truth, but we can do something for the truth.
9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
For we rejoice when we are weak, and you are strong. And we pray also for this―your perfection.
10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ὁ ˚Κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
For this reason, I write these things, while absent, that I may not, when present, use severity, according to the authority which the Lord has given me for edification, and not for destruction.
11 Λοιπόν ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ ˚Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν.
Finally, brethren, farewell; be perfect, be comforted, be of the same mind, be at peace; and the God of love and of peace will be with you.
12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
Salute one another with a holy kiss.
13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
All the saints salute you.
14 Ἡ χάρις τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ ˚Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου ˚Πνεύματος, μετὰ πάντων ὑμῶν.
The grace of the Lord Jesus Christ, and the love of God, and the communion of the Holy Spirit, be with you all.

< Προς Κορινθιους Β΄ 13 >