< Προς Τιμοθεον Α΄ 5 >
1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,
πρεσβυτερω μη επιπληξησ αλλα παρακαλει ωσ πατερα νεωτερουσ ωσ αδελφουσ
2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἁγνείᾳ.
πρεσβυτερασ ωσ μητερασ νεωτερασ ωσ αδελφασ εν παση αγνεια
3 Χήρας τίμα, τὰς ὄντως χήρας.
χηρασ τιμα τασ οντωσ χηρασ
4 Εἰ δέ τις χήρα, τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ ˚Θεοῦ.
ει δε τισ χηρα τεκνα η εκγονα εχει μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβασ αποδιδοναι τοισ προγονοισ τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου
5 Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη, ἤλπικεν ἐπὶ ˚Θεὸν, καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς, νυκτὸς καὶ ἡμέρας.
η δε οντωσ χηρα και μεμονωμενη ηλπικεν επι τον θεον και προσμενει ταισ δεησεσιν και ταισ προσευχαισ νυκτοσ και ημερασ
6 Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
η δε σπαταλωσα ζωσα τεθνηκεν
7 Καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν.
και ταυτα παραγγελλε ινα ανεπιληπτοι ωσιν
8 Εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
ει δε τισ των ιδιων και μαλιστα των οικειων ου προνοει την πιστιν ηρνηται και εστιν απιστου χειρων
9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενοσ ανδροσ γυνη
10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη: εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
εν εργοισ καλοισ μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδασ ενιψεν ει θλιβομενοισ επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν
11 Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ ˚Χριστοῦ, γαμεῖν θέλουσιν,
νεωτερασ δε χηρασ παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμειν θελουσιν
12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.
εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν
13 Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
αμα δε και αργαι μανθανουσιν περιερχομεναι τασ οικιασ ου μονον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα
14 Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.
βουλομαι ουν νεωτερασ γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριασ χαριν
15 Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
ηδη γαρ τινεσ εξετραπησαν οπισω του σατανα
16 Εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείσθω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
ει τισ πιστοσ η πιστη εχει χηρασ επαρκειτω αυταισ και μη βαρεισθω η εκκλησια ινα ταισ οντωσ χηραισ επαρκεση
17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.
οι καλωσ προεστωτεσ πρεσβυτεροι διπλησ τιμησ αξιουσθωσαν μαλιστα οι κοπιωντεσ εν λογω και διδασκαλια
18 Λέγει γὰρ ἡ Γραφή, “Βοῦν ἀλοῶντα οὐ φιμώσεις”, καί, “Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.”
λεγει γαρ η γραφη βουν αλοωντα ου φιμωσεισ και αξιοσ ο εργατησ του μισθου αυτου
19 Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.
κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου εκτοσ ει μη επι δυο η τριων μαρτυρων
20 Τοὺς ἁμαρτάνοντας ἐνώπιον, πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.
τουσ αμαρτανοντασ ενωπιον παντων ελεγχε ινα και οι λοιποι φοβον εχωσιν
21 Διαμαρτύρομαι ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
διαμαρτυρομαι ενωπιον του θεου και κυριου ιησου χριστου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξησ χωρισ προκριματοσ μηδεν ποιων κατα προσκλησιν
22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
χειρασ ταχεωσ μηδενι επιτιθει μηδε κοινωνει αμαρτιαισ αλλοτριαισ σεαυτον αγνον τηρει
23 Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.
μηκετι υδροποτει αλλ οινω ολιγω χρω δια τον στομαχον σου και τασ πυκνασ σου ασθενειασ
24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν.
τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εισ κρισιν τισιν δε και επακολουθουσιν
25 Ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα, κρυβῆναι οὐ δύνανται.
ωσαυτωσ και τα καλα εργα προδηλα εστιν και τα αλλωσ εχοντα κρυβηναι ου δυνανται