< Προς Τιμοθεον Α΄ 2 >

1 Παρακαλῶ οὖν, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
मम प्रथम आदेशोऽयं, प्रार्थनाविनयनिवेदनधन्यवादाः कर्त्तव्याः,
2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
सर्व्वेषां मानवानां कृते विशेषतो वयं यत् शान्तत्वेन निर्व्विरोधत्वेन चेश्चरभक्तिं विनीतत्वञ्चाचरन्तः कालं यापयामस्तदर्थं नृपतीनाम् उच्चपदस्थानाञ्च कृते ते कर्त्तव्याः।
3 Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν, ˚Θεοῦ,
यतोऽस्माकं तारकस्येश्वरस्य साक्षात् तदेवोत्तमं ग्राह्यञ्च भवति,
4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
स सर्व्वेषां मानवानां परित्राणं सत्यज्ञानप्राप्तिञ्चेच्छति।
5 Εἷς γὰρ ˚Θεός, εἷς καὶ μεσίτης ˚Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ˚Χριστὸς ˚Ἰησοῦς,
यत एकोऽद्वितीय ईश्वरो विद्यते किञ्चेश्वरे मानवेषु चैको ऽद्वितीयो मध्यस्थः
6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, καὶ μαρτύριον καιροῖς ἰδίοις,
स नरावतारः ख्रीष्टो यीशु र्विद्यते यः सर्व्वेषां मुक्ते र्मूल्यम् आत्मदानं कृतवान्। एतेन येन प्रमाणेनोपयुक्ते समये प्रकाशितव्यं,
7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω ἐν ˚Χριστῷ, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν γνώσει καὶ ἀληθείᾳ.
तद्घोषयिता दूतो विश्वासे सत्यधर्म्मे च भिन्नजातीयानाम् उपदेशकश्चाहं न्ययूज्ये, एतदहं ख्रीष्टस्य नाम्ना यथातथ्यं वदामि नानृतं कथयामि।
8 Βούλομαι οὖν, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
अतो ममाभिमतमिदं पुरुषैः क्रोधसन्देहौ विना पवित्रकरान् उत्तोल्य सर्व्वस्मिन् स्थाने प्रार्थना क्रियतां।
9 Ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν, καὶ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ,
तद्वत् नार्य्योऽपि सलज्जाः संयतमनसश्च सत्यो योग्यमाच्छादनं परिदधतु किञ्च केशसंस्कारैः कणकमुक्ताभि र्महार्घ्यपरिच्छदैश्चात्मभूषणं न कुर्व्वत्यः
10 ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν.
स्वीकृतेश्वरभक्तीनां योषितां योग्यैः सत्यर्म्मभिः स्वभूषणं कुर्व्वतां।
11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.
नारी सम्पूर्णविनीतत्वेन निर्विरोधं शिक्षतां।
12 Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλʼ εἶναι ἐν ἡσυχίᾳ.
नार्य्याः शिक्षादानं पुरुषायाज्ञादानं वाहं नानुजानामि तया निर्व्विरोेधत्वम् आचरितव्यं।
13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα·
यतः प्रथमम् आदमस्ततः परं हवायाः सृष्टि र्बभूव।
14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα, ἐν παραβάσει γέγονεν.
किञ्चादम् भ्रान्तियुक्तो नाभवत् योषिदेव भ्रान्तियुक्ता भूत्वात्याचारिणी बभूव।
15 Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει, καὶ ἀγάπῃ, καὶ ἁγιασμῷ, μετὰ σωφροσύνης.
तथापि नारीगणो यदि विश्वासे प्रेम्नि पवित्रतायां संयतमनसि च तिष्ठति तर्ह्यपत्यप्रसववर्त्मना परित्राणं प्राप्स्यति।

< Προς Τιμοθεον Α΄ 2 >