< Πετρου Α΄ 4 >
1 ˚Χριστοῦ οὖν παθόντος σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας,
χριστου ουν παθοντοσ υπερ ημων σαρκι και υμεισ την αυτην εννοιαν οπλισασθε οτι ο παθων εν σαρκι πεπαυται αμαρτιασ
2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι ˚Θεοῦ, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
εισ το μηκετι ανθρωπων επιθυμιαισ αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον
3 Ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
αρκετοσ γαρ ημιν ο παρεληλυθωσ χρονοσ του βιου το θελημα των εθνων κατεργασασθαι πεπορευμενουσ εν ασελγειαισ επιθυμιαισ οινοφλυγιαισ κωμοισ ποτοισ και αθεμιτοισ ειδωλολατρειαισ
4 Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
εν ω ξενιζονται μη συντρεχοντων υμων εισ την αυτην τησ ασωτιασ αναχυσιν βλασφημουντεσ
5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως κρῖναι ζῶντας καὶ νεκρούς.
οι αποδωσουσιν λογον τω ετοιμωσ εχοντι κριναι ζωντασ και νεκρουσ
6 Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ ˚Θεὸν πνεύματι.
εισ τουτο γαρ και νεκροισ ευηγγελισθη ινα κριθωσιν μεν κατα ανθρωπουσ σαρκι ζωσιν δε κατα θεον πνευματι
7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
παντων δε το τελοσ ηγγικεν σωφρονησατε ουν και νηψατε εισ τασ προσευχασ
8 πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
προ παντων δε την εισ εαυτουσ αγαπην εκτενη εχοντεσ οτι αγαπη καλυψει πληθοσ αμαρτιων
9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
φιλοξενοι εισ αλληλουσ ανευ γογγυσμων
10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος ˚Θεοῦ.
εκαστοσ καθωσ ελαβεν χαρισμα εισ εαυτουσ αυτο διακονουντεσ ωσ καλοι οικονομοι ποικιλησ χαριτοσ θεου
11 Εἴ τις λαλεῖ, ὡς λόγια ˚Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ ˚Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ ˚Θεὸς διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! (aiōn )
ει τισ λαλει ωσ λογια θεου ει τισ διακονει ωσ εξ ισχυοσ ωσ χορηγει ο θεοσ ινα εν πασιν δοξαζηται ο θεοσ δια ιησου χριστου ω εστιν η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην (aiōn )
12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,
αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προσ πειρασμον υμιν γινομενη ωσ ξενου υμιν συμβαινοντοσ
13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ ˚Χριστοῦ παθήμασιν, χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
αλλα καθο κοινωνειτε τοισ του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει τησ δοξησ αυτου χαρητε αγαλλιωμενοι
14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι ˚Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ ˚Θεοῦ ˚Πνεῦμα, ἐφʼ ὑμᾶς ἀναπαύεται.
ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το τησ δοξησ και το του θεου πνευμα εφ υμασ αναπαυεται κατα μεν αυτουσ βλασφημειται κατα δε υμασ δοξαζεται
15 Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς, ἢ κλέπτης, ἢ κακοποιὸς, ἢ ὡς ἀλλοτριεπίσκοπος.
μη γαρ τισ υμων πασχετω ωσ φονευσ η κλεπτησ η κακοποιοσ η ωσ αλλοτριοεπισκοποσ
16 Εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν ˚Θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
ει δε ωσ χριστιανοσ μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω μερει τουτω
17 Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ ˚Θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ ˚Θεοῦ εὐαγγελίῳ;
οτι ο καιροσ του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελοσ των απειθουντων τω του θεου ευαγγελιω
18 “Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;”
και ει ο δικαιοσ μολισ σωζεται ο ασεβησ και αμαρτωλοσ που φανειται
19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ, πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
ωστε και οι πασχοντεσ κατα το θελημα του θεου ωσ πιστω κτιστη παρατιθεσθωσαν τασ ψυχασ αυτων εν αγαθοποιια