< Πετρου Α΄ 2 >
1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιάς,
Putting away, therefore, all vice and all deceit and hypocrisy and envyings and all detractions,
2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
As new-born babes, for the pure milk that is for the mind, eagerly crave, that, thereby, ye may grow unto salvation: —
3 εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ ˚Κύριος.
If ye have tasted for yourselves that, gracious, is the Lord, —
4 Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ ˚Θεῷ ἐκλεκτὸν, ἔντιμον,
Unto whom coming near, as unto a living stone—by men, indeed, rejected, but, with God, chosen, held in honour,
5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ.
Yourselves also, as living stones, are being built up a spiritual house, for a holy priesthood, to offer spiritual sacrifices, well-pleasing unto God through Jesus Christ;
6 Διότι περιέχει ἐν Γραφῇ: “Ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον, ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.”
Inasmuch as it is contained in scripture—Lo! I lay in Zion an outmost corner stone, chosen, held in honour, and, he that resteth faith thereupon, shall not be put to shame.
7 Ὑμῖν οὖν ἡ τιμὴ, τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ, “Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας”,
Unto you, then, is the honour—[unto you] who believe; but, unto such as disbelieve, The stone which the builders rejected, —The same, hath become head of the corner,
8 καὶ, “Λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου”· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
And a stone to strike against, and a rock to stumble over: Who stumble because, unto the word, they do not yield, —unto which also they have been appointed;
9 Ὑμεῖς δὲ “γένος ἐκλεκτόν”, “βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν”, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε, τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
But, ye, are a chosen race, a royal priesthood, a holy nation, a people for a peculiar treasure, that, the excellences, ye may tell forth, of him who, out of darkness, hath called you into his marvellous light: —
10 οἵ ποτε “οὐ λαὸς, νῦν δὲ λαὸς ˚Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες”.
Who, at one time, were a No-people, but, now, are a people of God, —who had not been enjoying mercy, but, now, have received mercy.
11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
Beloved! I exhort you, as sojourners and pilgrims, to abstain from fleshly covetings, such as take the field against the soul;
12 τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν ˚Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
Having, your behaviour among the nations, honourable, —in order that, wherein they speak against you as evil-doers, they may, owing to the honourable works they are permitted to behold, glorify God in the day of visitation.
13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν ˚Κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
Submit yourselves unto every human creation, for the Lord’s sake, —whether unto a king, as one that protecteth,
14 εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν.
Or unto governors, as, through him, sent—for vengeance on evil-doers, but praise to such as do good;
15 Ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ ˚Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
Because, so, is the will of God, —by doing good, to be putting to silence, the ignorance of heedless men:
16 ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς ˚Θεοῦ δοῦλοι.
As free, yet, not as a cloak of vice, holding your freedom, but, as God’s servants.
17 Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν ˚Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
Unto all men, give honour, unto the brotherhood, shew love, unto God, give reverence, the king, hold in honour.
18 Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
Ye domestics, submitting yourselves, in all reverence, unto your masters, —not only unto the good and considerate, but also unto the perverse;
19 Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν ˚Θεοῦ, ὑποφέρει τις λύπας πάσχων ἀδίκως.
For, this, is thankworthy, —If, for the sake of conscience towards God, one beareth griefs, suffering wrongfully, —
20 Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ ˚Θεῷ.
For what sort of honour is it—if, committing sin, and being buffeted, ye endure it? But, if, doing good, and suffering, ye endure it, this, is thankworthy with God.
21 Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ ˚Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
For, hereunto, have ye been called; because, Christ also, suffered in your behalf, unto you, leaving behind a pattern, that ye might follow in his steps:
22 “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ”·
Who did not, a sin, commit, neither was deceit found in his mouth, —
23 ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
Who, being reviled, was not reviling again, suffering, he was not threatening, but was making surrender unto him that judgeth righteously, —
24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
Who, our sins, himself, bare up, in his body, unto the tree, in order that we, from our sins getting away, in righteousness, might live, —by whose stripes, ye have been healed;
25 Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλʼ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
For ye were as sheep going astray, but have now turned back unto the shepherd and overseer of your souls.