< Ιωαννου Α΄ 4 >

1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Beloved, believe not every spirit, but try the spirits whether they are of God: because many false prophets have gone out into the world.
2 Ἐν τούτῳ γινώσκετε τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ: πᾶν πνεῦμα ὃ ὁμολογεῖ ˚Ἰησοῦν ˚Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ ˚Θεοῦ ἐστιν,
By this ye know the Spirit of God: Every spirit that confesseth that Jesus Christ hath come in the flesh is from God:
3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ˚Ἰησοῦν, ἐκ τοῦ ˚Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
And every spirit that confesseth not that Jesus Christ is come in the flesh is not from God: and this is that spirit of antichrist, of which ye have heard that it should come; and even now already it is in the world.
4 Ὑμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ.
Ye are of God, little children, and have overcome them: because greater is he that is in you, than he that is in the world.
5 Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
They are of the world: therefore they speak from the world, and the world heareth them.
6 Ἡμεῖς ἐκ τοῦ ˚Θεοῦ ἐσμεν. Ὁ γινώσκων τὸν ˚Θεὸν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ ˚Θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
We are of God: he that knoweth God heareth us; he that is not of God heareth not us. By this we know the spirit of truth, and the spirit of error.
7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ ˚Θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ ˚Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν ˚Θεόν.
Beloved, let us love one another: for love is from God; and every one that loveth is born of God, and knoweth God.
8 Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν ˚Θεόν, ὅτι ὁ ˚Θεὸς ἀγάπη ἐστίν.
He that loveth not knoweth not God; for God is love.
9 Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ, τὸν μονογενῆ, ἀπέσταλκεν ὁ ˚Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ.
In this was revealed the love of God toward us, because that God sent his only begotten Son into the world, that we might live through him.
10 Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν ˚Θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ, ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
In this is love, not that we loved God, but that he loved us, and sent his Son to be the propitiation for our sins.
11 Ἀγαπητοί, εἰ οὕτως ὁ ˚Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Beloved, if God so loved us, we ought also to love one another.
12 ˚Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ ˚Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστίν.
No man hath seen God at any time. If we love one another, God dwelleth in us, and his love is perfected in us.
13 Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ ˚Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
By this we know that we dwell in him, and he in us, because he hath given us of his Spirit.
14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν, Σωτῆρα τοῦ κόσμου.
And we have seen and do testify that the Father sent the Son to be the Saviour of the world.
15 Ὃς ἂν ὁμολογήσῃ ὅτι ˚Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ, ὁ ˚Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ ˚Θεῷ.
Whoever shall confess that Jesus is the Son of God, God dwelleth in him, and he in God.
16 Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ ˚Θεὸς ἐν ἡμῖν. Ὁ ˚Θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ ˚Θεῷ μένει, καὶ ὁ ˚Θεὸς ἐν αὐτῷ μένει.
And we have known and believed the love that God hath to us. God is love; and he that dwelleth in love dwelleth in God, and God in him.
17 Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
In this is our love made perfect, that we may have boldness in the day of judgment: because as he is, so are we in this world.
18 Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος, οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
There is no fear in love; but perfect love casteth out fear: because fear hath torment. He that feareth is not made perfect in love.
19 Ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
We love him, because he first loved us.
20 Ἐάν τις εἴπῃ, ὅτι “Ἀγαπῶ τὸν ˚Θεόν”, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακεν, τὸν ˚Θεὸν, ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπᾶν.
If a man saith, I love God, and hateth his brother, he is a liar: for he that loveth not his brother whom he hath seen, how can he love God whom he hath not seen?
21 Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν ˚Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
And this commandment have we from him, That he who loveth God love his brother also.

< Ιωαννου Α΄ 4 >