< Προς Κορινθιους Α΄ 8 >
1 Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
2 Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι.
3 Εἰ δέ τις ἀγαπᾷ τὸν ˚Θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ.
4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ˚Θεὸς εἰ μὴ εἷς.
5 Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
6 ἀλλʼ ἡμῖν εἷς ˚Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς ˚Κύριος, ˚Ἰησοῦς ˚Χριστός, διʼ οὗ τὰ πάντα, καὶ ἡμεῖς διʼ αὐτοῦ.
7 Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου, ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα, μολύνεται.
8 Βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ ˚Θεῷ· οὔτε ἐὰν μὴ φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν φάγωμεν, ὑστερούμεθα.
9 Βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη, πρόσκομμα γένηται τοῖς ἀσθενέσιν.
10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται, εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
11 Ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς, διʼ ὃν ˚Χριστὸς ἀπέθανεν.
12 Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς ˚Χριστὸν ἁμαρτάνετε.
13 Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. (aiōn )